Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §7.70.1-7.70.8

叙拉古大港内的决战爆发与激烈混战

第 791 段,共 917 段 · 希腊语

内容简介

叙拉古港口内爆发了大规模海战,众多战船在狭窄的空间内剧烈碰撞。士兵、舵手和将军们竭尽全力展开激烈拼杀,描绘出极其惨烈的混战场景。

§7.70.1προεξαγαγόμενοι δὲ οἱ Συρακόσιοι καὶ οἱ ξύμμαχοι ναυσὶ παραπλησίαις τὸν ἀριθμὸν καὶ πρότερον, κατά τε τὸν ἔκπλουν μέρει αὐτῶν ἐφύλασσον καὶ κατὰ τὸν ἄλλον κύκλῳ λιμένα, ὅπως πανταχόθεν ἅμα προσπίπτοιεν τοῖς Ἀθηναίοις, καὶ ὁ πεζὸς ἅμα αὐτοῖς παρεβοήθει ᾗπερ καὶ αἱ νῆες κατίσχοιεν.
与此同时,叙拉古人及其盟友也以与此前大致相当数量的战船提前出海,并用其中的一部分把守出海口,其余的则把守港口四周,以便能够同时从四面八方向雅典人发起进攻;他们的步兵也同时在战船可能靠岸的地方予以协助。
ἦρχον δὲ τοῦ ναυτικοῦ τοῖς Συρακοσίοις Σικανὸς μὲν καὶ Ἀγάθαρχος, κέρας ἑκάτερος τοῦ παντὸς ἔχων, Πυθὴν δὲ καὶ οἱ Κορίνθιοι τὸ μέσον.
叙拉古海军的指挥官是锡卡努斯和阿加萨库斯,两人各率全军的一翼,而丕轩和科林斯人则扼守中央。
§7.70.2ἐπειδὴ δὲ οἱ ἄλλοι Ἀθηναῖοι προσέμισγον τῷ ζεύγματι, τῇ μὲν πρώτῃ ῥύμῃ ἐπιπλέοντες ἐκράτουν τῶν τεταγμένων νεῶν πρὸς αὐτῷ καὶ ἐπειρῶντο λύειν τὰς κλῄσεις·
当其余的雅典人冲到封锁线时,他们凭着第一波冲锋压倒了驻守在那里的敌船,并企图拆毁障碍物。
μετὰ δὲ τοῦτο πανταχόθεν σφίσι τῶν Συρακοσίων καὶ ξυμμάχων ἐπιφερομένων οὐ πρὸς τῷ ζεύγματι ἔτι μόνον ἡ ναυμαχία, ἀλλὰ καὶ κατὰ τὸν λιμένα ἐγίγνετο, καὶ ἦν καρτερὰ καὶ οἵα οὐχ ἑτέρα τῶν προτέρων.
但在此之后,随着叙拉古人及其盟友从四面八方向他们袭来,海战不再仅限于封锁线,而是蔓延到整个港口,战斗异常激烈,是以往任何一次海战所未曾有过的。
§7.70.3πολλὴ μὲν γὰρ ἑκατέροις προθυμία ἀπὸ τῶν ναυτῶν ἐς τὸ ἐπιπλεῖν ὁπότε κελευσθείη ἐγίγνετο, πολλὴ δὲ ἡ ἀντιτέχνησις τῶν κυβερνητῶν καὶ ἀγωνισμὸς πρὸς ἀλλήλους·
因为双方的水手一旦接到命令,都表现出极大的进击热情,而舵手们也施展出浑身解数,彼此激烈竞争。
οἵ τε ἐπιβάται ἐθεράπευον, ὁπότε προσπέσοι ναῦς νηί, μὴ λείπεσθαι τὰ ἀπὸ τοῦ καταστρώματος τῆς ἄλλης τέχνης· πᾶς τέ τις ἐν ᾧ προσετέτακτο αὐτὸς ἕκαστος ἠπείγετο πρῶτος φαίνεσθαι.
每当船只相撞时,甲板上的士兵也极力注意,使自己在甲板上的战斗不致落后于对方的技艺;每个人在自己被分派的岗位上,都急于表现得最为杰出。
§7.70.4ξυμπεσουσῶν δὲ ἐν ὀλίγῳ πολλῶν νεῶν (πλεῖσται γὰρ δὴ αὗται ἐν ἐλαχίστῳ ἐναυμάχησαν· βραχὺ γὰρ ἀπέλιπον ξυναμφότεραι διακόσιαι γενέσθαι) αἱ μὲν ἐμβολαὶ διὰ τὸ μὴ εἶναι τὰς ἀνακρούσεις καὶ διέκπλους ὀλίγαι ἐγίγνοντο, αἱ δὲ προσβολαί, ὡς τύχοι ναῦς νηὶ προσπεσοῦσα ἢ διὰ τὸ φεύγειν ἢ ἄλλῃ ἐπιπλέουσα, πυκνότεραι ἦσαν.
由于在狭窄的空间内聚集了如此多的战船(这确实是在最小的空间内进行的最大规模的海战;双方的船只加起来仅略少于两百艘),由于没有空间进行退后重整或实施突破,正面撞击的情形很少,但一艘船在逃跑或驶向别处时无意中撞上另一艘船的意外相撞却更为频繁。
§7.70.5καὶ ὅσον μὲν χρόνον προσφέροιτο ναῦς, οἱ ἀπὸ τῶν καταστρωμάτων τοῖς ἀκοντίοις καὶ τοξεύμασι καὶ λίθοις ἀφθόνως ἐπ’ αὐτὴν ἐχρῶντο· ἐπειδὴ δὲ προσμείξειαν, οἱ ἐπιβάται ἐς χεῖρας ἰόντες ἐπειρῶντο ταῖς ἀλλήλων ναυσὶν ἐπιβαίνειν.
只要有一艘战船逼近,甲板上的士兵就会用标枪、箭和石头猛烈地向其射击;而一旦两船接触,甲板士兵便展开白兵战,企图登上对方的战船。
§7.70.6ξυνετύγχανέ τε πολλαχοῦ διὰ τὴν στενοχωρίαν τὰ μὲν ἄλλοις ἐμβεβληκέναι, τὰ δὲ αὐτοὺς ἐμβεβλῆσθαι, δύο τε περὶ μίαν καὶ ἔστιν ᾗ καὶ πλείους ναῦς κατ’ ἀνάγκην ξυνηρτῆσθαι, καὶ τοῖς κυβερνήταις τῶν μὲν φυλακήν, τῶν δ’ ἐπιβουλήν, μὴ καθ’ ἓν ἕκαστον, κατὰ πολλὰ δὲ πανταχόθεν, περιεστάναι, καὶ τὸν κτύπον μέγαν ἀπὸ πολλῶν νεῶν ξυμπιπτουσῶν ἔκπληξίν τε ἅμα καὶ ἀποστέρησιν τῆς ἀκοῆς ὧν οἱ κελευσταὶ φθέγγοιντο παρέχειν.
此外,在许多地方由于空间狭窄,往往出现一艘船在撞击他船的同时,自身也遭到他船的撞击,并且两艘甚至更多的船由于迫不得已而纠缠在了一起。 舵手们不得不防范这一边,又企图攻击那一边,而且不是逐一应对,而是要同时应对来自四面八方的重重威胁。 许多船只相撞发出的巨大喧嚣既带来了恐慌,又使人听不清号令手们的喊叫。
§7.70.7πολλὴ γὰρ δὴ ἡ παρακέλευσις καὶ βοὴ ἀφ’ ἑκατέρων τοῖς κελευσταῖς κατά τε τὴν τέχνην καὶ πρὸς τὴν αὐτίκα φιλονικίαν ἐγίγνετο, τοῖς μὲν Ἀθηναίοις βιάζεσθαί τε τὸν ἔκπλουν ἐπιβοῶντες καὶ περὶ τῆς ἐς τὴν πατρίδα σωτηρίας νῦν, εἴ ποτε καὶ αὖθις, προθύμως ἀντιλαβέσθαι, τοῖς δὲ Συρακοσίοις καὶ ξυμμάχοις καλὸν εἶναι κωλῦσαί τε αὐτοὺς διαφυγεῖν καὶ τὴν οἰκείαν ἑκάστους πατρίδα νικήσαντας ἐπαυξῆσαι.
因为双方的号令手根据操船技术并出于眼前的求胜心,发出了极大的督促和呐喊。 雅典人高喊要强行突破出海口,为了重返祖国的安全,现在比以往任何时候都要奋勇抗争;而叙拉古人及其盟友则高喊,阻止敌人逃跑并在获胜后使各自的祖国增光添彩,乃是一件光荣的事。
§7.70.8καὶ οἱ στρατηγοὶ προσέτι ἑκατέρων, εἴ τινά που ὁρῷεν μὴ κατ’ ἀνάγκην πρύμναν κρουόμενον, ἀνακαλοῦντες ὀνομαστὶ τὸν τριήραρχον ἠρώτων, οἱ μὲν Ἀθηναῖοι εἰ τὴν πολεμιωτάτην γῆν οἰκειοτέραν ἤδη τῆς οὐ δι’ ὀλίγου πόνου κεκτημένης θαλάσσης ἡγούμενοι ὑποχωροῦσιν, οἱ δὲ Συρακόσιοι εἰ οὓς σαφῶς ἴσασι προθυμουμένους Ἀθηναίους παντὶ τρόπῳ διαφυγεῖν, τούτους αὐτοὶ φεύγοντας φεύγουσιν.
此外,双方的将军如果看到有谁在没有必要的情况下退后,便会直呼该三段桨船指挥官的名字,质问他们——雅典的将军问他们是否因为认为最敌对的土地现在比他们付出不懈努力才赢得的海洋更安全而撤退;叙拉古的将军则问他们,明知雅典人正千方百计地想要逃跑,为什么自己却要从这些逃跑的人面前逃跑。

词汇与语法注释

  1. 7.70.1καὶ πρότερον — 意为“正如以前一样”。这里的 `καὶ` 用作副词,表示“也”或“同样”。这说明叙拉古人准备了与之前战斗规模相当的舰队。
  2. 7.70.3ἐθεράπευον... μὴ λείπεσθαι — 动词 `θεραπεύω`(细心注意)后接否定不定式(`μὴ λείπεσθαι`),意为“小心不使……落后”。短语 `τὰ ἀπὸ τοῦ καταστρώματος` 指“甲板上的战斗任务”。
  3. 7.70.6ξυνετύγχανέ — 用作不人称动词的未完成过去时,支配后面一系列“对格+不定式”从句(`τὰ μὲν ... ἐμβεβληκέναι / ἐμβεβλῆσθαι`、`ξυνηρτῆσθαι`、`περιεστάναι`、`παρέχειν`)作为主语,用以描述多种混乱状况同时发生的复杂景象。
  4. 7.70.7τοῖς μὲν Ἀθηναίοις... τοῖς δὲ Συρακοσίοις — 与格名词短语,作为前文 `τοῖς κελευσταῖς`(对号令手们)的具体细分,将随后的督促和喊叫内容分为针对雅典人一侧与针对叙拉古人一侧分别阐述。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §7.70.1-7.70.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:7.70.1-7.70.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。