§7.72.1γενομένης δ’ ἰσχυρᾶς τῆς ναυμαχίας καὶ πολλῶν νεῶν ἀμφοτέροις καὶ ἀνθρώπων ἀπολομένων οἱ Συρακόσιοι καὶ οἱ ξύμμαχοι ἐπικρατήσαντες τά τε ναυάγια καὶ τοὺς νεκροὺς ἀνείλοντο, καὶ ἀποπλεύσαντες πρὸς τὴν πόλιν τροπαῖον ἔστησαν,
在海战进行得异常激烈、双方都损失了许多船只和人员之后,叙拉古人及其盟友取得了胜利,收回了残骸和尸体,并驶回城去,树立了胜利纪念碑。
§7.72.2οἱ δ’ Ἀθηναῖοι ὑπὸ μεγέθους τῶν παρόντων κακῶν νεκρῶν μὲν πέρι ἢ ναυαγίων οὐδὲ ἐπενόουν αἰτῆσαι ἀναίρεσιν, τῆς δὲ νυκτὸς ἐβουλεύοντο εὐθὺς ἀναχωρεῖν.
而雅典人由于眼前灾难的沉重,甚至根本没有想到要请求收回尸体或残骸,反而商议当晚立即撤退。
§7.72.3Δημοσθένης δὲ Νικίᾳ προσελθὼν γνώμην ἐποιεῖτο πληρώσαντας ἔτι τὰς λοιπὰς τῶν νεῶν βιάσασθαι, ἢν δύνωνται, ἅμα ἕῳ τὸν ἔκπλουν, λέγων ὅτι πλείους ἔτι αἱ λοιπαί εἰσι νῆες χρήσιμαι σφίσιν ἢ τοῖς πολεμίοις·
德摩斯梯尼走到尼西阿斯身旁,提出建议,认为应该把剩余的船只重新配备好船员,如果可能的话,在黎明时分强行突围出港;他说,他们手里剩下可用的船只依然比敌人要多。
ἦσαν γὰρ τοῖς μὲν Ἀθηναίοις περίλοιποι ὡς ἑξήκοντα, τοῖς δ’ ἐναντίοις ἐλάσσους ἢ πεντήκοντα.
因为雅典人大约还剩六十艘,而对手则不足五十艘。
§7.72.4καὶ ξυγχωροῦντος Νικίου τῇ γνώμῃ καὶ βουλομένων πληροῦν αὐτῶν οἱ ναῦται οὐκ ἤθελον ἐσβαίνειν διὰ τὸ καταπεπλῆχθαί τε τῇ ἥσσῃ καὶ μὴ ἂν ἔτι οἴεσθαι κρατῆσαι.
虽然尼西阿斯赞同这一提议,并且他们也想给船只配备船员,但水手们由于被战败吓破了胆,认为自己绝不可能再获胜,因而拒绝登船。