§7.60.1τοῖς δὲ Ἀθηναίοις τήν τε ἀπόκλῃσιν ὁρῶσι καὶ τὴν ἄλλην διάνοιαν αὐτῶν αἰσθομένοις βουλευτέα ἐδόκει.
雅典人看到港口被封锁,并察觉到敌人的其他意图,认为必须进行商议。
§7.60.2καὶ ξυνελθόντες οἵ τε στρατηγοὶ καὶ οἱ ταξίαρχοι πρὸς τὴν παροῦσαν ἀπορίαν τῶν τε ἄλλων καὶ ὅτι τὰ ἐπιτήδεια οὔτε αὐτίκα ἔτι εἶχον̔ προπέμψαντες γὰρ ἐς Κατάνην ὡς ἐκπλευσόμενοι ἀπεῖπον μὴ ἐπάγειν’ οὔτε τὸ λοιπὸν ἔμελλον ἕξειν, εἰ μὴ ναυκρατήσουσιν, ἐβουλεύσαντο τὰ μὲν τείχη τὰ ἄνω ἐκλιπεῖν, πρὸς δ’ αὐταῖς ταῖς ναυσὶν ἀπολαβόντες διατειχίσματι ὅσον οἷόν τε ἐλάχιστον τοῖς τε σκεύεσι καὶ τοῖς ἀσθενοῦσιν ἱκανὸν γενέσθαι, τοῦτο μὲν φρουρεῖν, ἀπὸ δὲ τοῦ ἄλλου πεζοῦ τὰς ναῦς ἁπάσας, ὅσαι ἦσαν καὶ δυναταὶ καὶ ἀπλοώτεραι, πάντα τινὰ ἐσβιβάζοντες πληρῶσαι, καὶ διαναυμαχήσαντες, ἢν μὲν νικῶσιν, ἐς Κατάνην κομίζεσθαι, ἢν δὲ μή, ἐμπρήσαντες τὰς ναῦς πεζῇ ξυνταξάμενοι ἀποχωρεῖν ᾗ ἂν τάχιστα μέλλωσί τινος χωρίου ἢ βαρβαρικοῦ ἢ Ἑλληνικοῦ φιλίου ἀντιλήψεσθαι.
于是,将军们和部落指挥官们聚集在一起,针对目前的困境(除了其他种种困难外,还因为他们认为自己即将启航,先前已派人去卡塔奈并禁止他们再运送粮食,因而目前已无存粮,且除非赢得海战,否则今后也无法获得粮食)进行商讨,决定放弃上方的垒壁,在紧邻船只的地方用隔墙圈出尽可能小的空间,仅够容纳物资和伤病员,并留兵把守;同时,让其余的所有陆军登上全部船只,不论是航行性能良好的还是较差的,强令每一个人都登船以填满船只,并在进行决战后,如果获胜,就撤往卡塔奈,如果失败,则烧毁船只,以陆军编队退却,前往他们能最快达到的任何友好的非希腊人或希腊人的土地。
§7.60.3καὶ οἱ μέν, ὡς ἔδοξεν αὐτοῖς ταῦτα, καὶ ἐποίησαν·
他们在做出这一决定后便付诸实施。
ἔκ τε γὰρ τῶν ἄνω τειχῶν ὑποκατέβησαν καὶ τὰς ναῦς ἐπλήρωσαν πάσας, ἀναγκάσαντες ἐσβαίνειν ὅστις καὶ ὁπωσοῦν ἐδόκει ἡλικίας μετέχων ἐπιτήδειος εἶναι.
因为他们从上方的垒壁撤下来,将所有的船只都配齐了人员,强令任何在年龄上显得适合且在任何方面符合条件的人登船。
§7.60.4καὶ ξυνεπληρώθησαν νῆες αἱ πᾶσαι δέκα μάλιστα καὶ ἑκατόν·
如此配齐人员的船只总共约为一百一十艘。
τοξότας τε ἐπ’ αὐτὰς πολλοὺς καὶ ἀκοντιστὰς τῶν τε Ἀκαρνάνων καὶ τῶν ἄλλων ξένων ἐσεβίβαζον, καὶ τἆλλα ὡς οἷόν τ’ ἦν ἐξ ἀναγκαίου τε καὶ τοιαύτης διανοίας ἐπορίσαντο.
他们把许多来自阿卡纳尼亚人和其他外邦人的弓箭手和投枪手送上船,并在紧迫的形势和如此计划之下,尽最大可能筹办了其他一切必需品。
§7.60.5ὁ δὲ Νικίας, ἐπειδὴ τὰ πολλὰ ἑτοῖμα ἦν, ὁρῶν τοὺς στρατιώτας τῷ τε παρὰ τὸ εἰωθὸς πολὺ ταῖς ναυσὶ κρατηθῆναι ἀθυμοῦντας καὶ διὰ τὴν τῶν ἐπιτηδείων σπάνιν ὡς τάχιστα βουλομένους διακινδυνεύειν, ξυγκαλέσας ἅπαντας παρεκελεύσατό τε πρῶτον καὶ ἔλεξε τοιάδε.
当大部分准备工作就绪时,尼西阿斯看到士兵们因在海上遭遇了不同寻常的惨败而意气消沉,又因粮食匮乏而渴望尽快决一死战,便把所有人召集在一起,首先勉励他们,并说了以下这番话。