§7.61.1‘ἄνδρες στρατιῶται Ἀθηναίων τε καὶ τῶν ἄλλων ξυμμάχων, ὁ μὲν ἀγὼν ὁ μέλλων ὁμοίως κοινὸς ἅπασιν ἔσται περί τε σωτηρίας καὶ πατρίδος ἑκάστοις οὐχ ἧσσον ἢ τοῖς πολεμίοις·
“雅典人和其余同盟国的士兵诸君,即将到来的战斗对所有人来说都是同样息息相关的,因为对于我们每个人来说,这不仅是为了生存和祖国而战,对敌人而言也是如此。
ἢν γὰρ κρατήσωμεν νῦν ταῖς ναυσίν, ἔστι τῳ τὴν ὑπάρχουσάν που οἰκείαν πόλιν ἐπιδεῖν.
因为如果我们现在在海战中获胜,任何人都将有可能再次见到自己那或许还存在的家乡城邦。
§7.61.2ἀθυμεῖν δὲ οὐ χρὴ οὐδὲ πάσχειν ὅπερ οἱ ἀπειρότατοι τῶν ἀνθρώπων, οἳ τοῖς πρώτοις ἀγῶσι σφαλέντες ἔπειτα διὰ παντὸς τὴν ἐλπίδα τοῦ φόβου ὁμοίαν ταῖς ξυμφοραῖς ἔχουσιν.
我们决不能气馁,也不要陷入那些最无经验之人的状态。 他们在最初的战斗中遭受挫折后,此后便始终因为恐惧,将对未来的预期变得与过去的灾难同样悲观。
§7.61.3ἀλλ’ ὅσοι τε Ἀθηναίων πάρεστε, πολλῶν ἤδη πολέμων ἔμπειροι ὄντες, καὶ ὅσοι τῶν ξυμμάχων, ξυστρατευόμενοι αἰεί, μνήσθητε τῶν ἐν τοῖς πολέμοις παραλόγων, καὶ τὸ τῆς τύχης κἂν μεθ’ ἡμῶν ἐλπίσαντες στῆναι καὶ ὡς ἀναμαχούμενοι ἀξίως τοῦδε τοῦ πλήθους, ὅσον αὐτοὶ ὑμῶν αὐτῶν ἐφορᾶτε, παρασκευάζεσθε.
相反,在这里的雅典人诸君,你们已经历过许多战争,以及同盟国诸君,你们始终与我们共同出征,请记住战争中的各种意外。 让我们寄希望于运气或许也会站在我们这一边,并决心以配得上你们亲眼所见的这支庞大兵力的态度去重新战斗,以此做好准备。 ”