§7.59.1καὶ αἱ μὲν ἑκατέρων ἐπικουρίαι τοσαίδε ξυνελέγησαν, καὶ τότε ἤδη πᾶσαι ἀμφοτέροις παρῆσαν καὶ οὐκέτι οὐδὲν οὐδετέροις ἐπῆλθεν.
双方的援军就这样集结完毕,此时双方的所有兵力均已齐备,此后任何一方都再无新的增援到来。
§7.59.2οἱ δ’ οὖν Συρακόσιοι καὶ οἱ ξύμμαχοι εἰκότως ἐνόμισαν καλὸν ἀγώνισμα σφίσιν εἶναι ἐπὶ τῇ γεγενημένῃ νίκῃ τῆς ναυμαχίας ἑλεῖν τε τὸ στρατόπεδον ἅπαν τῶν Ἀθηναίων τοσοῦτον ὄν, καὶ μηδὲ καθ’ ἕτερα αὐτούς, μήτε διὰ θαλάσσης μήτε τῷ πεζῷ, διαφυγεῖν.
叙拉古人及其盟友理所当然地认为,在已取得海战胜利的基础上,若能将如此庞大的雅典人整个阵营予以俘获,且不让他们通过任何方式——无论是经由海上还是陆路——逃脱,对他们而言将是一件光荣的伟业。
§7.59.3ἔκλῃον οὖν τόν τε λιμένα εὐθὺς τὸν μέγαν, ἔχοντα τὸ στόμα ὀκτὼ σταδίων μάλιστα, τριήρεσι πλαγίαις καὶ πλοίοις καὶ ἀκάτοις ἐπ’ ἀγκυρῶν ὁρμίζοντες, καὶ τἆλλα, ἢν ἔτι ναυμαχεῖν οἱ Ἀθηναῖοι τολμήσωσι, παρεσκευάζοντο, καὶ ὀλίγον οὐδὲν ἐς οὐδὲν ἐπενόουν.
于是,他们立即着手封锁大港,其入口宽约八斯塔德,他们通过用锚固定横置的三列桨战船、商船以及小艇来进行封锁,同时,他们也做好了其他准备,以防雅典人仍敢进行海战。 在任何事情上,他们的图谋都绝非小局。