Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §7.49.1-7.49.4

尼基阿斯的坚持与雅典撤退的延误

第 770 段,共 917 段 · 希腊语

内容简介

尼基阿斯由于深知叙拉古的资金短缺及内应情况而坚持留守,德摩斯梯尼则在欧律墨冬支持下极力主张撤军,或退而迁移至塔普索斯或卡塔奈。由于尼基阿斯的反对,雅典人产生迟疑,继续留在原处。

§7.49.1ὁ μὲν Νικίας τοσαῦτα λέγων ἰσχυρίζετο, αἰσθόμενος τὰ ἐν ταῖς Συρακούσαις ἀκριβῶς καὶ τὴν τῶν χρημάτων ἀπορίαν καὶ ὅτι ἦν αὐτόθι πολὺ τὸ βουλόμενον τοῖς Ἀθηναίοις γίγνεσθαι τὰ πράγματα καὶ ἐπικηρυκευόμενον πρὸς αὐτὸν ὥστε μὴ ἀπανίστασθαι, καὶ ἅμα ταῖς γοῦν ναυσὶ μᾶλλον ἢ πρότερον ἐθάρσησε κρατήσειν.
尼基阿斯如此说来,坚持自己的立场,因为他确切地了解叙拉古内部的情况,以及他们资金的匮乏,并且知道当地有很大一股势力希望局势落入雅典人手中,并不断向他派遣使者,请求他不要撤离;同时,他比以前更有信心,至少在海军方面能够取胜。
§7.49.2ὁ δὲ Δημοσθένης περὶ μὲν τοῦ προσκαθῆσθαι οὐδ’ ὁπωσοῦν ἐνεδέχετο· εἰ δὲ δεῖ μὴ ἀπάγειν τὴν στρατιὰν ἄνευ Ἀθηναίων ψηφίσματος, ἀλλὰ τρίβειν αὐτοῦ, ἔφη χρῆναι ἢ ἐς τὴν Θάψον ἀναστάντας τοῦτο ποιεῖν ἢ ἐς τὴν Κατάνην, ὅθεν τῷ τε πεζῷ ἐπὶ πολλὰ τῆς χώρας ἐπιόντες θρέψονται πορθοῦντες τὰ τῶν πολεμίων καὶ ἐκείνους βλάψουσι, ταῖς τε ναυσὶν ἐν πελάγει καὶ οὐκ ἐν στενοχωρίᾳ, ἣ πρὸς τῶν πολεμίων μᾶλλόν ἐστι, τοὺς ἀγῶνας ποιήσονται, ἀλλ’ ἐν εὐρυχωρίᾳ, ἐν ᾗ τά τε τῆς ἐμπειρίας χρήσιμα σφῶν ἔσται καὶ ἀναχωρήσεις καὶ ἐπίπλους οὐκ ἐκ βραχέος καὶ περιγραπτοῦ ὁρμώμενοί τε καὶ καταίροντες ἕξουσιν.
然而,德摩斯梯尼对继续围困这一点无论如何也不接受;但如果不能在没有雅典市民决议的情况下撤军,而必须在此地拖延时间,他说应当要么迁移到塔普索斯,要么迁移到卡塔奈来做这件事。 从那里,他们可以通过陆军侵入敌人领土的许多地方,通过蹂躏敌国土地来供养自己并打击敌人,而且在海上,他们将在开阔的海域而不是在对敌人更有利的狭窄空间内进行海战。 在宽阔的空间里,他们的操船经验将发挥作用,他们进行退却和袭击时,将不必从狭窄且受限的地点出发和返航。
§7.49.3τό τε ξύμπαν εἰπεῖν, οὐδενὶ τρόπῳ οἱ ἔφη ἀρέσκειν ἐν τῷ αὐτῷ ἔτι μένειν, ἀλλ’ ὅτι τάχιστα ἤδη ἐξανίστασθαι καὶ μὴ μέλλειν.
总之,他说在同一个地方继续留下去无论如何都不合他的意愿,而是应当立即、尽可能快地撤离,不要拖延。
καὶ ὁ Εὐρυμέδων αὐτῷ ταῦτα ξυνηγόρευεν.
欧律墨冬也赞同他的意见,主张这些事情。
§7.49.4ἀντιλέγοντος δὲ τοῦ Νικίου ὄκνος τις καὶ μέλλησις ἐνεγένετο καὶ ἅμα ὑπόνοια μή τι καὶ πλέον εἰδὼς ὁ Νικίας ἰσχυρίζηται.
但由于尼基阿斯的反对,产生了一种迟疑和拖延,同时人们也怀疑尼基阿斯之所以如此坚持,是不是因为他掌握了更多、更确凿的信息。
καὶ οἱ μὲν Ἀθηναῖοι τούτῳ τῷ τρόπῳ διεμέλλησάν τε καὶ κατὰ χώραν ἔμενον.
于是,雅典人便以这种方式耽搁着,并留在原处。

词汇与语法注释

  1. 7.49.1αἰσθόμενος — 表示原因的语气分词(“因为察觉到……”)。其支配的宾语有三个,由 καὶ 连接:第一个是直接的宾格短语(τὰ ἐν ταῖς Συρακούσαις),第二个是并列的宾格短语(τὴν τῶν χρημάτων ἀπορίαν),第三个是 ὅτι 引导的从句(ὅτι ἦν...)。
  2. 7.49.1τὸ βουλόμενον — 现在分词的中性单数形式带冠词的名词化用法,表示集合意义的“愿望者、希望(投降)的党派”。其后接的未完成过去时动词 ἐπικηρυκεύετο 也以这一集合概念作为实质上的主语。
  3. 7.49.2ἀναστάντας — 不及物动词 ἀνίστημι 的不定过去时主动分词宾格复数阳性。它修饰不定式 τοῦτο ποιεῖν 的逻辑主语(即整个雅典军队),因而使用宾格。
  4. 7.49.3τό τε ξύμπαν εἰπεῖν — 使用不定式 εἰπεῖν 的绝对不定式惯用表达,意为“总而言之”或“简而言之”。
  5. 7.49.4μή τι καὶ πλέον εἰδὼς ὁ Νικίας ἰσχυρίζηται — 由表示疑虑或推测的名词(此处为 ὑπόνοια,“怀疑”)引导的从句,使用带 μή 的虚拟语气动词 ἰσχυρίζηται。它表达了一种怀疑:“尼基阿斯之所以如此坚持,是不是因为他掌握了更多、更确凿的信息”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §7.49.1-7.49.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:7.49.1-7.49.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。