§7.51.1οἱ δὲ Συρακόσιοι καὶ αὐτοὶ τοῦτο πυθόμενοι πολλῷ μᾶλλον ἐπηρμένοι ἦσαν μὴ ἀνιέναι τὰ τῶν Ἀθηναίων, ὡς καὶ αὐτῶν κατεγνωκότων ἤδη μηκέτι κρεισσόνων εἶναι σφῶν μήτε ταῖς ναυσὶ μήτε τῷ πεζῷ (οὐ γὰρ ἂν τὸν ἔκπλουν ἐπιβουλεῦσαι), καὶ ἅμα οὐ βουλόμενοι αὐτοὺς ἄλλοσέ ποι τῆς Σικελίας καθεζομένους χαλεπωτέρους εἶναι προσπολεμεῖν, ἀλλ’ αὐτοῦ ὡς τάχιστα καὶ ἐν ᾧ σφίσι ξυμφέρει ἀναγκάσαι αὐτοὺς ναυμαχεῖν.
叙拉古人自己获悉此事后,更加鼓起勇气,决意不对雅典人放松攻势,因为他们认为雅典人自己已经承认,无论是在海上还是在陆上都不再比自己强(否则他们绝不会企图秘密出航);同时,他们不希望雅典人撤退到西西里的其他地方安营扎寨,从而成为更难对付的对手,而是希望尽快在原地、且在对叙拉古人有利的条件下,强迫雅典人进行海战。
§7.51.2τὰς οὖν ναῦς ἐπλήρουν καὶ ἀνεπειρῶντο ἡμέρας ὅσαι αὐτοῖς ἐδόκουν ἱκαναὶ εἶναι.
于是,他们装备了船只,并在他们认为足够的一连几天里进行演习。
ἐπειδὴ δὲ καιρὸς ἦν, τῇ μὲν προτέρᾳ πρὸς τὰ τείχη τῶν Ἀθηναίων προσέβαλλον, καὶ ἐπεξελθόντος μέρους τινὸς οὐ πολλοῦ καὶ τῶν ὁπλιτῶν καὶ τῶν ἱππέων κατά τινας πύλας ἀπολαμβάνουσί τε τῶν ὁπλιτῶν τινὰς καὶ τρεψάμενοι καταδιώκουσιν·
当机缘成熟时,他们在前一天向雅典人的城墙发起进攻;当雅典人一小部分重装步兵和骑兵从某些城门出击时,叙拉古人切断了部分重装步兵的退路,将其击退并展开追击。
οὔσης δὲ στενῆς τῆς ἐσόδου οἱ Ἀθηναῖοι ἵππους τε ἑβδομήκοντα ἀπολλύασι καὶ τῶν ὁπλιτῶν οὐ πολλούς.
由于入口狭窄,雅典人损失了七十匹马和少数重装步兵。