§7.48.1καὶ ὁ μὲν Δημοσθένης τοιαῦτα ἐγίγνωσκεν·
德摩斯梯尼持有这样的见解。
ὁ δὲ Νικίας ἐνόμιζε μὲν καὶ αὐτὸς πονηρά σφῶν τὰ πράγματα εἶναι, τῷ δὲ λόγῳ οὐκ ἐβούλετο αὐτὰ ἀσθενῆ ἀποδεικνύναι, οὐδ’ ἐμφανῶς σφᾶς ψηφιζομένους μετὰ πολλῶν τὴν ἀναχώρησιν τοῖς πολεμίοις καταγγέλτους γίγνεσθαι· λαθεῖν γὰρ ἄν, ὁπότε βούλοιντο, τοῦτο ποιοῦντες πολλῷ ἧσσον.
然而,尼基阿斯虽然自己也认为局势糟糕,但他不想在言语中暴露出他们的虚弱,也不想通过与众人一起公开表决撤退而让敌人得知这一消息;因为如果这样做,在他们想要撤退时就更难不被察觉。
§7.48.2τὸ δέ τι καὶ τὰ τῶν πολεμίων, ἀφ’ ὧν ἐπὶ πλέον ἢ οἱ ἄλλοι ᾐσθάνετο αὐτῶν, ἐλπίδος τι ἔτι παρεῖχε πονηρότερα τῶν σφετέρων ἔσεσθαι, ἢν καρτερῶσι προσκαθήμενοι·
此外,敌人的状况(他对这状况的了解比其他人更为透彻)也依然给他带来了一些希望,即如果他们坚持包围,敌人的处境会变得比他们自己更糟。
χρημάτων γὰρ ἀπορίᾳ αὐτοὺς ἐκτρυχώσειν, ἄλλως τε καὶ ἐπὶ πλέον ἤδη ταῖς ὑπαρχούσαις ναυσὶ θαλασσοκρατούντων.
因为他们可以通过缺乏资金来拖垮敌人,尤其是因为雅典人目前凭借现有的船只更进一步地掌握了制海权。
καὶ ἦν γάρ τι καὶ ἐν ταῖς Συρακούσαις βουλόμενον τοῖς Ἀθηναίοις τὰ πράγματα ἐνδοῦναι, ἐπεκηρυκεύετο ὡς αὐτὸν καὶ οὐκ εἴα ἀπανίστασθαι.
事实上,在叙拉古内部,也有人想要将局势拱手让给雅典人,他们不断派使者向尼基阿斯接洽,劝阻他不要撤军。
§7.48.3ἃ ἐπιστάμενος τῷ μὲν ἔργῳ ἔτι ἐπ’ ἀμφότερα ἔχων καὶ διασκοπῶν ἀνεῖχε, τῷ δ’ ἐμφανεῖ τότε λόγῳ οὐκ ἔφη ἀπάξειν τὴν στρατιάν.
尼基阿斯深知这些情况,虽然在实际行动中他依然在两种选择之间犹豫和权衡,但在当时的公开表态中,他说不会撤回军队。
εὖ γὰρ εἰδέναι ὅτι Ἀθηναῖοι σφῶν ταῦτα οὐκ ἀποδέξονται, ὥστε μὴ αὐτῶν ψηφισαμένων ἀπελθεῖν.
因为他清楚地知道,雅典市民是不会接受他们这样做的,在没有市民自己投票授权的情况下他们是无法撤离的。
καὶ γὰρ οὐ τοὺς αὐτοὺς ψηφιεῖσθαί τε περὶ σφῶν [αὐτῶν] καὶ τὰ πράγματα ὥσπερ καὶ αὐτοὶ ὁρῶντας καὶ οὐκ ἄλλων ἐπιτιμήσει ἀκούσαντας γνώσεσθαι, ἀλλ’ ἐξ ὧν ἄν τις εὖ λέγων διαβάλλοι, ἐκ τούτων αὐτοὺς πείσεσθαι.
而且,那些将要对他们进行投票表决的人,并不会像他们自己那样亲眼看到实际情况,也不会通过听取别人的批评来做出判断,而是会被任何能说会道的人所散布的谗言所说服。
§7.48.4τῶν τε παρόντων στρατιωτῶν πολλοὺς καὶ τοὺς πλείους ἔφη, οἳ νῦν βοῶσιν ὡς ἐν δεινοῖς ὄντες, ἐκεῖσε ἀφικομένους τἀναντία βοήσεσθαι ὡς ὑπὸ χρημάτων καταπροδόντες οἱ στρατηγοὶ ἀπῆλθον.
他还说,现在在场的士兵中,许多人、甚至是大多数人,虽然现在在叫嚷着处境危急,但一到了那里,就会转而叫嚷相反的话,称将军们是因为收受了贿赂而背叛撤退的。
οὔκουν βούλεσθαι αὐτός γε ἐπιστάμενος τὰς Ἀθηναίων φύσεις ἐπ᾽ αἰσχρᾷ τε αἰτίᾳ καὶ ἀδίκως ὑπ’ Ἀθηναίων ἀπολέσθαι μᾶλλον ἢ ὑπὸ τῶν πολεμίων, εἰ δεῖ, κινδυνεύσας τοῦτο παθεῖν ἰδίᾳ.
因此,他自己既然深知雅典人的本性,与其在雅典人手下因莫须有的可耻罪名而不公正地被处死,他宁愿在必要时,以个人的身份冒着生命危险,死在敌人的手里。
§7.48.5τά τε Συρακοσίων ἔφη ὅμως ἔτι ἥσσω τῶν σφετέρων εἶναι· καὶ χρήμασι γὰρ αὐτοὺς ξενοτροφοῦντας καὶ ἐν περιπολίοις ἅμα ἀναλίσκοντας καὶ ναυτικὸν πολὺ ἔτι ἐνιαυτὸν ἤδη βόσκοντας τὰ μὲν ἀπορεῖν, τὰ δ’ ἔτι ἀμηχανήσειν·
不过,他说叙拉古人的状况仍然比他们自己更为糟糕;因为叙拉古人要出资供养雇佣军,同时要在哨所上耗费资金,并且已经维持了一整年的庞大舰队,他们在一部分资金上已经枯竭,在其他方面也很快会陷入绝境。
δισχίλιά τε γὰρ τάλαντα ἤδη ἀνηλωκέναι καὶ ἔτι πολλὰ προσοφείλειν, ἤν τε καὶ ὁτιοῦν ἐκλίπωσι τῆς νῦν παρασκευῆς τῷ μὴ διδόναι τροφήν, φθερεῖσθαι αὐτῶν τὰ πράγματα, ἐπικουρικὰ μᾶλλον ἢ δι’ ἀνάγκης ὥσπερ τὰ σφέτερα ὄντα.
他们已经耗费了两千塔兰同,并且还欠下了巨额债务,如果他们因为不给供养而在现有的备战中稍有懈怠,他们的事业就会崩溃,因为他们的军队主要是辅助性的雇佣军,而不像雅典人自己的军队那样是迫于必然性而维系的。
§7.48.6τρίβειν οὖν ἔφη χρῆναι προσκαθημένους καὶ μὴ χρήμασιν, ὧν πολὺ κρείσσους εἰσί, νικηθέντας ἀπιέναι.
因此,他说应当继续围困以拖垮敌人,而不能在他们占据绝对优势的资金问题上被击败而离去。