Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §7.47.1-7.47.4

雅典将领会议与德摩斯梯尼主张撤退

第 768 段,共 917 段 · 希腊语

内容简介

雅典将军们面对失败以及因疾病和营地恶劣环境造成的军队疲惫,商讨应对之策;德摩斯梯尼主张应当立即撤退,认为继续滞留毫无益处。

§7.47.1οἱ δὲ τῶν Ἀθηναίων στρατηγοὶ ἐν τούτῳ ἐβουλεύοντο πρός τε τὴν γεγενημένην ξυμφορὰν καὶ πρὸς τὴν παροῦσαν ἐν τῷ στρατοπέδῳ κατὰ πάντα ἀρρωστίαν.
在这期间,雅典的将军们考虑到已经发生的灾难,以及目前营地中各方面的疲敝,而举行了会议。
τοῖς τε γὰρ ἐπιχειρήμασιν ἑώρων οὐ κατορθοῦντες καὶ τοὺς στρατιώτας ἀχθομένους τῇ μονῇ· §7.47.2νόσῳ τε γὰρ ἐπιέζοντο κατ’ ἀμφότερα, τῆς τε ὥρας τοῦ ἐνιαυτοῦ ταύτης οὔσης ἐν ᾗ ἀσθενοῦσιν ἄνθρωποι μάλιστα, καὶ τὸ χωρίον ἅμα ἐν ᾧ ἐστρατοπεδεύοντο ἑλῶδες καὶ χαλεπὸν ἦν, τά τε ἄλλα ὅτι ἀνέλπιστα αὐτοῖς ἐφαίνετο.
因为他们看到自己的尝试未能成功,且兵士们对留守此地感到厌倦;因为他们由于双重原因而遭受疾病的折磨:一是目前正值一年中人们最易生病的季节,二是他们驻扎的地方是个湿地且环境恶劣,而且在其他方面一切似乎都令人绝望。
§7.47.3τῷ οὖν Δημοσθένει οὐκ ἐδόκει ἔτι χρῆναι μένειν, ἀλλ’ ἅπερ καὶ διανοηθεὶς ἐς τὰς Ἐπιπολὰς διεκινδύνευσεν, ἐπειδὴ ἔσφαλτο, ἀπιέναι ἐψηφίζετο καὶ μὴ διατρίβειν, ἕως ἔτι τὸ πέλαγος οἷόν τε περαιοῦσθαι καὶ τοῦ στρατεύματος ταῖς γοῦν ἐπελθούσαις ναυσὶ κρατεῖν.
因此,德摩斯梯尼认为不应再留下去,修补既然自己因其设想而在埃皮波莱冒险一试的计划已经失败,他就主张应当离去,不应拖延时间,只要目前还能渡海,且至少凭借军队中新到的船只,他们还能占据优势。
§7.47.4καὶ τῇ πόλει ὠφελιμώτερον ἔφη εἶναι πρὸς τοὺς ἐν τῇ χώρᾳ σφῶν ἐπιτειχίζοντας τὸν πόλεμον ποιεῖσθαι ἢ Συρακοσίους, οὓς οὐκέτι ῥᾴδιον εἶναι χειρώσασθαι· οὐδ’ αὖ ἄλλως χρήματα πολλὰ δαπανῶντας εἰκὸς εἶναι προσκαθῆσθαι.
他还说,对于国家而言,去对付那些在己方领土上筑垒合围的敌人,要比对付那些已不易征服的叙拉古人更为有益;而且,在毫无进展的情况下耗费巨资继续包围也是不合理的。

词汇与语法注释

  1. 7.47.2κατ’ ἀμφότερα — 意为“在两方面”或“由于双重原因”。它预示了紧随其后的两个说明病因的分句:时间因素(一年中最易生病的季节,由“τῆς τε ὥρας...”引导)和空间因素(潮湿且恶劣的驻地,由“καὶ τὸ χωρίον...”引导)。
  2. 7.47.3τοῦ στρατεύματος ταῖς γοῦν ἐπελθούσαις ναυσὶ κρατεῖν — 属格“τοῦ στρατεύματος”最好理解为修饰与格短语“ταῖς ἐπελθούσαις ναυσί”的部分属格(意为“军队中至少凭借新到的船只”)。该短语修饰不及物动词“κρατεῖν”(意为“占优势”),表明雅典人由于新到援军的船只而仍能保持优势。
  3. 7.47.4πρὸς τοὺς ἐν τῇ χώρᾳ σφῶν ἐπιτειχίζοντας — “σφῶν”是间接反身代词属格,指代主句的主语(雅典人)。此处指“在他们自己领土上构筑防御工事的人”,即在阿提卡的德凯莱亚修筑要塞的斯巴达人。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §7.47.1-7.47.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:7.47.1-7.47.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。