§7.46.1μετὰ δὲ τοῦτο οἱ μὲν Συρακόσιοι ὡς ἐπὶ ἀπροσδοκήτῳ εὐπραγίᾳ πάλιν αὖ ἀναρρωσθέντες, ὥσπερ καὶ πρότερον, ἐς μὲν Ἀκράγαντα στασιάζοντα πέντε καὶ δέκα ναυσὶ Σικανὸν ἀπέστειλαν, ὅπως ὑπαγάγοιτο τὴν πόλιν, εἰ δύναιτο· Γύλιππος δὲ κατὰ γῆν ἐς τὴν ἄλλην Σικελίαν ᾤχετο αὖθις, ἄξων στρατιὰν ἔτι, ὡς ἐν ἐλπίδι ὢν καὶ τὰ τείχη τῶν Ἀθηναίων αἱρήσειν βίᾳ, ἐπειδὴ τὰ ἐν ταῖς Ἐπιπολαῖς οὕτω ξυνέβη.
此后,叙拉古人因这出乎意料的成功而再次振作起来,正如先前一样,派西卡努斯率领十五艘战船前往正处于内讧之中的阿克拉加斯,以便在可能的情况下将该城拉拢过来;而吉利普斯则因埃皮波莱的战事如此顺利,怀着甚至能武力夺取雅典人城墙的希望,再次经陆路前往西西里其他地区,以募集更多的军队。