§7.43.1ἔπειτα μηχαναῖς ἔδοξε τῷ Δημοσθένει πρότερον ἀποπειρᾶσαι τοῦ παρατειχίσματος.
此后,德摩斯梯尼决定先用攻城器械对横墙进行尝试。
ὡς δὲ αὐτῷ προσαγαγόντι κατεκαύθησάν τε ὑπὸ τῶν ἐναντίων ἀπὸ τοῦ τείχους ἀμυνομένων αἱ μηχαναὶ καὶ τῇ ἄλλῃ στρατιᾷ πολλαχῇ προσβάλλοντες ἀπεκρούοντο, οὐκέτι ἐδόκει διατρίβειν, ἀλλὰ πείσας τόν τε Νικίαν καὶ τοὺς ἄλλους ξυνάρχοντας, ὡς ἐπενόει, τὴν ἐπιχείρησιν τῶν Ἐπιπολῶν ἐποιεῖτο.
但是,当他把器械推上前去时,器械被在城墙上防守的敌人烧毁,而雅典人用其余的军队在多处发起进攻也都被击退。 于是,他认为不应再拖延,在说服了尼基阿斯和其他同僚将领之后,便按照原定计划,开始对埃皮波莱发起袭击。
§7.43.2καὶ ἡμέρας μὲν ἀδύνατα ἐδόκει εἶναι λαθεῖν προσελθόντας τε καὶ ἀναβάντας, παραγγείλας δὲ πέντε ἡμερῶν σιτία καὶ τοὺς λιθολόγους καὶ τέκτονας πάντας λαβὼν καὶ ἄλλην παρασκευὴν τοξευμάτων τε καὶ ὅσα ἔδει, ἢν κρατῶσι, τειχίζοντας ἔχειν, αὐτὸς μὲν ἀπὸ πρώτου ὕπνου καὶ Εὐρυμέδων καὶ Μένανδρος ἀναλαβὼν τὴν πᾶσαν στρατιὰν ἐχώρει πρὸς τὰς Ἐπιπολάς, Νικίας δὲ ἐν τοῖς τείχεσιν ὑπελέλειπτο.
由于在白天接近并攀登似乎不可能不被发现,他便命令准备五天的口粮,并带上所有的石匠和木匠,以及充足的其他装备(包括箭矢和如果得胜后修筑城墙所需的一切工具),在初更时分,由他本人以及欧律墨冬和梅南德罗斯率领全军向埃皮波莱进军,而尼基阿斯则被留在了营地堡垒中。
§7.43.3καὶ ἐπειδὴ ἐγένοντο πρὸς αὐταῖς κατὰ τὸν Εὐρύηλον, ᾗπερ καὶ ἡ προτέρα στρατιὰ τὸ πρῶτον ἀνέβη, λανθάνουσί τε τοὺς φύλακας τῶν Συρακοσίων, καὶ προσβάντες τὸ τείχισμα ὃ ἦν αὐτόθι τῶν Συρακοσίων αἱροῦσι καὶ ἄνδρας τῶν φυλάκων ἀποκτείνουσιν.
当他们抵达埃皮波莱附近的埃乌里亚罗斯(这里也是以前第一支军队最初攀登的地方)时,他们避开了叙拉古守军的注意,登了上去,攻占了叙拉古人设在那里的堡垒,并杀死了几名守军。
§7.43.4οἱ δὲ πλείους διαφυγόντες εὐθὺς πρὸς τὰ στρατόπεδα, ἃ ἦν ἐπὶ τῶν Ἐπιπολῶν τρία ἐν προτειχίσμασιν, ἓν μὲν τῶν Συρακοσίων, ἓν δὲ τῶν ἄλλων Σικελιωτῶν, ἓν δὲ τῶν ξυμμάχων, ἀγγέλλουσι τὴν ἔφοδον καὶ τοῖς ἑξακοσίοις τῶν Συρακοσίων, οἳ καὶ πρῶτοι κατὰ τοῦτο τὸ μέρος τῶν Ἐπιπολῶν φύλακες ἦσαν, ἔφραζον.
但大部分守军立即逃往埃皮波莱上的三个营地(这些营地设在前方防御工事内,一个是叙拉古人的,一个是其他西西里人的,一个是盟友的),报告了这次袭击,并通知了叙拉古人的六百名精兵,他们正是埃皮波莱这部分区域的第一哨防守者。
§7.43.5οἱ δ’ ἐβοήθουν τ’ εὐθύς, καὶ αὐτοῖς ὁ Δημοσθένης καὶ οἱ Ἀθηναῖοι ἐντυχόντες ἀμυνομένους προθύμως ἔτρεψαν.
这六百人立即前来增援,德摩斯梯尼和雅典人与他们相遇,将奋力抵抗的他们击溃。
καὶ αὐτοὶ μὲν εὐθὺς ἐχώρουν ἐς τὸ πρόσθεν, ὅπως τῇ παρούσῃ ὁρμῇ τοῦ περαίνεσθαι ὧν ἕνεκα ἦλθον μὴ βραδεῖς γένωνται· ἄλλοι δὲ ἀπὸ τῆς πρώτης τὸ παρατείχισμα τῶν Συρακοσίων οὐχ ὑπομενόντων τῶν φυλάκων ᾕρουν τε καὶ τὰς ἐπάλξεις ἀπέσυρον.
雅典人自己也立即向前推进,以免在现有的势头下耽误了他们此行的目的;而另一些人则一举夺取了守军未能坚守的叙拉古人的横墙,并拆毁了其女墙。
§7.43.6οἱ δὲ Συρακόσιοι καὶ οἱ ξύμμαχοι καὶ ὁ Γύλιππος καὶ οἱ μετ’ αὐτοῦ ἐβοήθουν ἐκ τῶν προτειχισμάτων, καὶ ἀδοκήτου τοῦ τολμήματος σφίσιν ἐν νυκτὶ γενομένου προσέβαλόν τε τοῖς Ἀθηναίοις ἐκπεπληγμένοι καὶ βιασθέντες ὑπ’ αὐτῶν τὸ πρῶτον ὑπεχώρησαν.
叙拉古人及其盟友,以及基利普斯和他的部下,从前方防御工事中出来增援;由于这一出乎意料的大胆袭击是在夜间发生的,他们在惊慌失措中迎击雅典人,由于受到雅典人的压制,起初退却了。
§7.43.7προϊόντων δὲ τῶν Ἀθηναίων ἐν ἀταξίᾳ μᾶλλον ἤδη ὡς κεκρατηκότων καὶ βουλομένων διὰ παντὸς τοῦ μήπω μεμαχημένου τῶν ἐναντίων ὡς τάχιστα διελθεῖν, ἵνα μὴ ἀνέντων σφῶν τῆς ἐφόδου αὖθις ξυστραφῶσιν, οἱ Βοιωτοὶ πρῶτοι αὐτοῖς ἀντέσχον καὶ προσβαλόντες ἔτρεψάν τε καὶ ἐς φυγὴν κατέστησαν.
然而,由于雅典人已经认为自己获胜,开始以更加混乱的队形向前推进,并希望尽快突破敌人尚未参战的所有部队,以免雅典人放缓攻势时敌人再次集结;此时,波奥蒂亚人首先抵挡住了他们,并向他们发起冲击,将他们击溃,使他们陷入了溃逃状态。