Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §7.44.1-7.44.8

夜战混乱中雅典军的溃败与惨重伤亡

第 765 段,共 917 段 · 希腊语

内容简介

在极罕见的夜战混乱中,雅典军因自相残杀、口令泄露以及盟友相同的军歌所带来的恐惧而遭遇惨败。撤退的雅典军队因坠崖、迷路和敌方骑兵的追击而遭受了惨重损失。

§7.44.1καὶ ἐνταῦθα ἤδη ἐν πολλῇ ταραχῇ καὶ ἀπορίᾳ ἐγίγνοντο οἱ Ἀθηναῖοι, ἣν οὐδὲ πυθέσθαι ῥᾴδιον ἦν οὐδ’ ἀφ’ ἑτέρων ὅτῳ τρόπῳ ἕκαστα ξυνηνέχθη.
此时,雅典人已经陷入了极大的混乱和困境之中,这种混乱甚至很难从任何一方了解每个具体事件是如何发生的。
ἐν μὲν γὰρ ἡμέρᾳ σαφέστερα μέν, ὅμως δὲ οὐδὲ ταῦτα οἱ παραγενόμενοι πάντα πλὴν τὸ καθ᾽ ἑαυτὸν ἕκαστος μόλις οἶδεν· ἐν δὲ νυκτομαχίᾳ, ἣ μόνη δὴ στρατοπέδων μεγάλων ἔν γε τῷδε τῷ πολέμῳ ἐγένετο, πῶς ἄν τις σαφῶς τι ᾔδει;
因为在白天,虽然情况较为清晰,但即便如此,在场的人也只能勉强知道自己身边发生的事,而无法了解全部;但在夜战中(这可是这场战争中大军之间唯一发生的一次夜战),人们又怎么可能清楚地知道任何事情呢?
§7.44.2ἦν μὲν γὰρ σελήνη λαμπρά, ἑώρων δὲ οὕτως ἀλλήλους ὡς ἐν σελήνῃ εἰκὸς τὴν μὲν ὄψιν τοῦ σώματος προορᾶν, τὴν δὲ γνῶσιν τοῦ οἰκείου ἀπιστεῖσθαι.
虽然月色明亮,但他们看清彼此的方式,也只是像月光下通常那样,能隐约看见前方的身体轮廓,却无法确信那是自己的同伴。
ὁπλῖται δὲ ἀμφοτέρων οὐκ ὀλίγοι ἐν στενοχωρίᾳ ἀνεστρέφοντο.
而且双方有许多重装步兵在狭窄的空间内混战。
§7.44.3καὶ τῶν Ἀθηναίων οἱ μὲν ἤδη ἐνικῶντο, οἱ δ’ ἔτι τῇ πρώτῃ ἐφόδῳ ἀήσσητοι ἐχώρουν.
在雅典人中,有一部分已经开始战败,而另一部分在第一次冲击的势头下仍未被击败地向前推进。
πολὺ δὲ καὶ τοῦ ἄλλου στρατεύματος αὐτοῖς τὸ μὲν ἄρτι ἀνεβεβήκει, τὸ δ’ ἔτι προσανῄει, ὥστ᾽ οὐκ ἠπίσταντο πρὸς ὅτι χρὴ χωρῆσαι.
其余的大部分军队中,有的刚刚登上来,有的还在往上登,因此他们不知道该往哪里前进。
ἤδη γὰρ τὰ πρόσθεν τῆς τροπῆς γεγενημένης ἐτετάρακτο πάντα καὶ χαλεπὰ ἦν ὑπὸ τῆς βοῆς διαγνῶναι.
因为由于败退已经发生,前方的一切都已经陷入混乱,在嘈杂的叫喊声中极难辨明情况。
§7.44.4οἵ τε γὰρ Συρακόσιοι καὶ οἱ ξύμμαχοι ὡς κρατοῦντες παρεκελεύοντό τε κραυγῇ οὐκ ὀλίγῃ χρώμενοι, ἀδύνατον ὂν ἐν νυκτὶ ἄλλῳ τῳ σημῆναι, καὶ ἅμα τοὺς προσφερομένους ἐδέχοντο·
叙拉古人及其盟友作为胜利者,大声呼喊着互相鼓劲(因为在夜间无法用其他方式进行示意),同时迎击冲上来的敌人;而雅典人则在互相搜寻,并将所有从迎面走来的人(即使是那些已经向后逃跑的友军)都视为敌人。
οἵ τε Ἀθηναῖοι ἐζήτουν τε σφᾶς αὐτοὺς καὶ πᾶν τὸ ἐξ ἐναντίας, καὶ εἰ φίλιον εἴη τῶν ἤδη πάλιν φευγόντων, πολέμιον ἐνόμιζον, καὶ τοῖς ἐρωτήμασι τοῦ ξυνθήματος πυκνοῖς χρώμενοι διὰ τὸ μὴ εἶναι ἄλλῳ τῳ γνωρίσαι σφίσι τε αὐτοῖς θόρυβον πολὺν παρεῖχον ἅμα πάντες ἐρωτῶντες καὶ τοῖς πολεμίοις σαφὲς αὐτὸ κατέστησαν·
由于没有其他识别方法,他们频繁地询问口令,结果大家同时询问,不仅在自身中造成了极大的混乱,而且还将口令向敌人暴露了。
§7.44.5τὸ δ’ ἐκείνων οὐχ ὁμοίως ἠπίσταντο διὰ τὸ κρατοῦντας αὐτοὺς καὶ μὴ διεσπασμένους ἧσσον ἀγνοεῖσθαι, ὥστ’ εἰ μὲν ἐντύχοιέν τισι κρείσσους ὄντες τῶν πολεμίων, διέφευγον αὐτοὺς ἅτε ἐκείνων ἐπιστάμενοι τὸ ξύνθημα, εἰ δ’ αὐτοὶ μὴ ἀποκρίνοιντο, διεφθείροντο.
但他们却无法以同样的方式知道敌人的口令,因为敌人处于优势且没有被分散,所以不至于无法被同伴认出。 结果,即使雅典人在自己占优势的情况下遇到了敌人,敌人也因为知道雅典人的口令而得以逃脱,但如果雅典人自己回答不出,就会被杀。
§7.44.6μέγιστον δὲ καὶ οὐχ ἥκιστα ἔβλαψε καὶ ὁ παιανισμός· ἀπὸ γὰρ ἀμφοτέρων παραπλήσιος ὢν ἀπορίαν παρεῖχεν.
而造成最大且绝非最小危害的是军歌的齐唱;因为双方歌唱的声音极为相似,从而引起了极大的困惑。
οἵ τε γὰρ Ἀργεῖοι καὶ οἱ Κερκυραῖοι καὶ ὅσον Δωρικὸν μετ’ Ἀθηναίων ἦν, ὁπότε παιανίσειαν, φόβον παρεῖχε τοῖς Ἀθηναίοις, οἵ τε πολέμιοι ὁμοίως.
阿尔戈斯人、克基拉人以及所有与雅典人在一起的道里亚人,每当他们唱起军歌时,都给雅典人带来恐惧,而敌军歌唱时也是同样如此。
§7.44.7ὥστε τέλος ξυμπεσόντες αὑτοῖς κατὰ πολλὰ τοῦ στρατοπέδου, ἐπεὶ ἅπαξ ἐταράχθησαν, φίλοι τε φίλοις καὶ πολῖται πολίταις, οὐ μόνον ἐς φόβον κατέστησαν, ἀλλὰ καὶ ἐς χεῖρας ἀλλήλοις ἐλθόντες μόλις ἀπελύοντο.
以至于最后,他们在军营的许多地方互相冲突,一旦陷入混乱,朋友对朋友,公民对公民,不仅陷入恐慌,甚至互相动手厮杀,好不容易才分开。
§7.44.8καὶ διωκόμενοι κατά τε τῶν κρημνῶν [οἱ] πολλοὶ ῥίπτοντες ἑαυτοὺς ἀπώλλυντο, στενῆς οὔσης τῆς ἀπὸ τῶν Ἐπιπολῶν πάλιν καταβάσεως, καὶ ἐπειδὴ ἐς τὸ ὁμαλὸν οἱ σῳζόμενοι ἄνωθεν καταβαῖεν, οἱ μὲν πολλοὶ αὐτῶν καὶ ὅσοι ἦσαν τῶν προτέρων στρατιωτῶν ἐμπειρίᾳ μᾶλλον τῆς χώρας ἐς τὸ στρατόπεδον διεφύγγανον, οἱ δὲ ὕστερον ἥκοντες εἰσὶν οἳ διαμαρτόντες τῶν ὁδῶν κατὰ τὴν χώραν ἐπλανήθησαν· οὕς,ἐπειδὴ ἡμέρα ἐγένετο, οἱ ἱππῆς τῶν Συρακοσίων περιελάσαντες διέφθειραν.
在被追击的过程中,许多人纷纷跳下悬崖而丧命,因为从埃皮波莱返回的下山通道十分狭窄;当那些幸存的人从上面下到平地时,他们中的大多数人,尤其是那些属于第一批军队的人,由于对该地区的地形较为熟悉,得以逃回营地;但后来才到的人中,有些人迷失了道路,在乡间徘徊,天亮后,叙拉古人的骑兵包围并消灭了他们。

词汇与语法注释

  1. 7.44.1ἣν οὐδὲ πυθέσθαι ῥᾴδιον ἦν οὐδ’ ἀφ’ ἑτέρων ὅτῳ τρόπῳ ἕκαστα ξυνηνέχθη — 关系代词 ἣν 以其前方的名词 ἀπορίᾳ(或 ταραχῇ καὶ ἀπορίᾳ)为先行词,作为不定式 πυθέσθαι 的直接宾语。间接疑问从句 ὅτῳ τρόπῳ ἕκαστα ξυνηνέχθη(每个具体事件是如何发生的)进一步具体说明了不定式 πυθέσθαι 所要探知的内容。
  2. 7.44.1πῶς ἄν τις σαφῶς τι ᾔδει; — 小词 ἄν 与直陈式过去时(ᾔδει)的结合,表示过去的可能性或对过去事实的反虚拟假设,构成了一个修辞性疑问句:“谁又能清楚地知道任何事情呢?”(暗示这在当时是完全不可能的)。
  3. 7.44.5ὥστ’ εἰ μὲν ἐντύχοιέν τισι κρείσσους ὄντες τῶν πολεμίων, διέφευγον αὐτοὺς — 主格复数分词 κρείσσους ὄντες 修饰条件从句的主语(雅典人)。然而,归结句中主动词 διέφευγον 的主语转为了所遇到的敌人(τισί,即叙拉古人)。这一句话呈现了复杂的宾主转换结构:“即使雅典人在自己(比所遇之敌)更占优势的情况下遇到了敌人,敌人也会因为知道雅典人的口令而从他们(雅典人)手中逃脱。”
  4. 7.44.6ὅσον Δωρικὸν μετ’ Ἀθηναίων ἦν — 指“所有与雅典人在一起的道里亚人”。尽管这些盟友(如阿尔戈斯人和克基拉人)站在雅典一边,但他们用道里亚方言齐唱军歌(派安)。由于这听起来与同为道里亚人的叙拉古人的军歌完全一样,在雅典军中引起了致命的混乱,使他们误以为自己已被敌人包围。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §7.44.1-7.44.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:7.44.1-7.44.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。