Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §7.38.1-7.38.3

无果的海战与尼西阿斯的防御巩固

第 759 段,共 917 段 · 希腊语

内容简介

双方的冲突无果而终,在叙拉古人保持静默之际,阿提卡的尼西阿斯为防备再次交战而下令修补战船,并在桩栅前等距离安置商船以巩固防线。

§7.38.1τῆς δὲ ἡμέρας ἐπὶ πολὺ προσπλέοντες καὶ ἀνακρουόμενοι καὶ πειράσαντες ἀλλήλων καὶ οὐδέτεροι δυνάμενοι ἄξιόν τι λόγου παραλαβεῖν, εἰ μὴ ναῦν μίαν ἢ δύο τῶν Ἀθηναίων οἱ Συρακόσιοι καταδύσαντες, διεκρίθησαν· καὶ ὁ πεζὸς ἅμα ἀπὸ τῶν τειχῶν ἀπῆλθεν.
在当天的大部分时间里,双方不断驶近并倒桨退回,互相试探,但哪一方都未能取得任何值得一提的成果,只有叙拉古人击沉了一两艘阿提卡人的船只;随后他们便各自散去,与此同时,陆军也从城墙撤回。
§7.38.2τῇ δ’ ὑστεραίᾳ οἱ μὲν Συρακόσιοι ἡσύχαζον, οὐδὲν δηλοῦντες ὁποῖόν τι τὸ μέλλον ποιήσουσιν·
第二天,叙拉古人保持安静,完全没有表露出他们未来打算做什么。
ὁ δὲ Νικίας ἰδὼν ἀντίπαλα τὰ τῆς ναυμαχίας γενόμενα καὶ ἐλπίζων αὐτοὺς αὖθις ἐπιχειρήσειν τούς τε τριηράρχους ἠνάγκαζεν ἐπισκευάζειν τὰς ναῦς, εἴ τίς τι ἐπεπονήκει, καὶ ὁλκάδας προώρμισε πρὸ τοῦ σφετέρου σταυρώματος, ὃ αὐτοῖς πρὸ τῶν νεῶν ἀντὶ λιμένος κλῃστοῦ ἐν τῇ θαλάσσῃ ἐπεπήγει.
而尼西阿斯看到海战的结果势均力敌,并预料到他们会再次发动进攻,于是强令各三列桨战船的船长修理各自可能受损的船只,并在自己的桩栅前系泊了若干商船。 这道桩栅是他们在船只前方、打入海中以替代封闭港口的。
§7.38.3διαλειπούσας δὲ τὰς ὁλκάδας ὅσον δύο πλέθρα ἀπ’ ἀλλήλων κατέστησεν, ὅπως, εἴ τις βιάζοιτο ναῦς, εἴη κατάφευξις ἀσφαλὴς καὶ πάλιν καθ’ ἡσυχίαν ἔκπλους.
他将这些商船安置在彼此相隔约两普勒特隆的距离上,以便一旦有己方船只受到压迫,能有一个安全的避难所,并能再次从容地出航。
παρασκευαζόμενοι δὲ ταῦτα ὅλην τὴν ἡμέραν διετέλεσαν οἱ Ἀθηναῖοι μέχρι νυκτός.
阿提卡人一整天都在进行这些准备,直到夜幕降临。

词汇与语法注释

  1. 7.38.1τῆς δὲ ἡμέρας ἐπὶ πολύ — 属格 `τῆς ἡμέρας` 是表示时间范围的属格(在当天之内),修饰副词短语 `ἐπὶ πολύ`(在很大程度上、长久地),合起来意为“在当天的绝大部分时间里”。
  2. 7.38.1εἰ μὴ ναῦν μίαν ἢ δύο τῶν Ἀθηναίων οἱ Συρακόσιοι καταδύσαντες — 在 `εἰ μὴ`(“除了……”)之后接主格分词 `καταδύσαντες` 的分句结构,用来陈述主句否定内容(“双方均未取得成果”)中唯一的例外。
  3. 7.38.2ἀντίπαλα τὰ τῆς ναυμαχίας γενόμενα — 作为动词 `ἰδών` 宾语的分词结构。中性复数 `τὰ τῆς ναυμαχίας`(“海战的局势”)是分词 `γενόμενα` 的实质主语,而 `ἀντίπαλα`(中性复数宾格)作其表语,意为“看到海战的结果变得势均力敌”。
  4. 7.38.2εἴ τίς τι ἐπεπονήκει — 主格不定代名词 `τις` 在语境中指代“(任何一艘)船”或“(任何一位)船长”,而宾格的 `τι` 用作副词(“稍微、在任何程度上”)或充当宾语。动词 `ἐπεπονήκει` 是不及物动词 `πονέω`(“受损、劳损”)的过去完成时,表示过去某种已经完成的假设状态。
  5. 7.38.3εἴ τις βιάζοιτο ναῦς — 动词 `βιάζοιτο` 为中/被动态希求法,主语是 `ναῦς`(主格单数阴性名词),在此应作被动理解:“如果任何一艘(己方)船只受到(敌方的)压迫”。由于主句时态为过去时(`κατέστησεν,`),这里在目的从句(`ὅπως`)嵌套的条件从句中使用希求法,表示过去的可能性。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §7.38.1-7.38.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:7.38.1-7.38.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。