§7.37.1τοιαῦτα οἱ Συρακόσιοι πρὸς τὴν ἑαυτῶν ἐπιστήμην τε καὶ δύναμιν ἐπινοήσαντες καὶ ἅμα τεθαρσηκότες μᾶλλον ἤδη ἀπὸ τῆς προτέρας ναυμαχίας, ἐπεχείρουν τῷ τε πεζῷ ἅμα καὶ ταῖς ναυσίν.
叙拉古人结合他们自己的技术和力量想出了这些计划,同时由于从先前的海战中已经获得了更大的信心,他们便同时动用陆军和船只发动了进攻。
§7.37.2καὶ τὸν μὲν πεζὸν ὀλίγῳ πρότερον τὸν ἐκ τῆς πόλεως Γύλιππος προεξαγαγὼν προσῆγε τῷ τείχει τῶν Ἀθηναίων, καθ’ ὅσον πρὸς τὴν πόλιν αὐτοῦ ἑώρα· καὶ οἱ ἀπὸ τοῦ Ὀλυμπιείου, οἵ τε ὁπλῖται ὅσοι ἐκεῖ ἦσαν καὶ οἱ ἱππῆς καὶ ἡ γυμνητεία τῶν Συρακοσίων ἐκ τοῦ ἐπὶ θάτερα προσῄει τῷ τείχει· αἱ δὲ νῆες μετὰ τοῦτο εὐθὺς ἐπεξέπλεον τῶν Συρακοσίων καὶ ξυμμάχων.
于是,一方面,吉利普斯稍早前将城内的陆军带出,引向阿提卡人的城墙,即城墙面向城市的那一部分;而来自奥林匹亚神庙的人,包括那里的所有重装步兵、叙拉古人的骑兵以及轻装步兵,则从另一侧向城墙逼近;另一方面,叙拉古人及其盟友的船只紧接着便立即出击。
§7.37.3καὶ οἱ Ἀθηναῖοι τὸ πρῶτον αὐτοὺς οἰόμενοι τῷ πεζῷ μόνῳ πειράσειν, ὁρῶντες δὲ καὶ τὰς ναῦς ἐπιφερομένας ἄφνω, ἐθορυβοῦντο, καὶ οἱ μὲν ἐπὶ τὰ τείχη καὶ πρὸ τῶν τειχῶν τοῖς προσιοῦσιν ἀντιπαρετάσσοντο, οἱ δὲ πρὸς τοὺς ἀπὸ τοῦ Ὀλυμπιείου καὶ τῶν ἔξω κατὰ τάχος χωροῦντας ἱππέας τε πολλοὺς καὶ ἀκοντιστὰς ἀντεπεξῇσαν, ἄλλοι δὲ τὰς ναῦς ἐπλήρουν καὶ ἅμα ἐπὶ τὸν αἰγιαλὸν παρεβοήθουν, καὶ ἐπειδὴ πλήρεις ἦσαν, ἀντανῆγον πέντε καὶ ἑβδομήκοντα ναῦς· καὶ τῶν Συρακοσίων ἦσαν ὀγδοήκοντα μάλιστα.
阿提卡人起初以为对方只会用陆军进行尝试,但当看到船只也突然袭来时,便陷入了混乱。 他们中有些人登上城墙或在城墙前列阵迎击来犯之敌,另一些人则出击对抗来自奥林匹亚神庙的人以及从外围迅速推进的众多骑兵和标枪兵,还有一些人登上船只并同时奔向海岸增援,当船只满员后,他们派出了七十五艘船只迎战;而叙拉古人的船只大约有八十艘。