§7.39.1τῇ δ’ ὑστεραίᾳ οἱ Συρακόσιοι τῆς μὲν ὥρας πρωίτερον, τῇ δ’ ἐπιχειρήσει τῇ αὐτῇ τοῦ τε πεζοῦ καὶ τοῦ ναυτικοῦ προσέμισγον τοῖς Ἀθηναίοις, §7.39.2καὶ ἀντικαταστάντες ταῖς ναυσὶ τὸν αὐτὸν τρόπον αὖθις ἐπὶ πολὺ διῆγον τῆς ἡμέρας πειρώμενοι ἀλλήλων, πρὶν δὴ Ἀρίστων ὁ Πυρρίχου Κορίνθιος, ἄριστος ὢν κυβερνήτης τῶν μετὰ Συρακοσίων, πείθει τοὺς σφετέρους τοῦ ναυτικοῦ ἄρχοντας, πέμψαντας ὡς τοὺς ἐν τῇ πόλει ἐπιμελομένους, κελεύειν ὅτι τάχιστα τὴν ἀγορὰν τῶν πωλουμένων παρὰ τὴν θάλασσαν μεταστῆσαι κομίσαντας, καὶ ὅσα τις ἔχει ἐδώδιμα, πάντας ἐκεῖσε φέροντας ἀναγκάσαι πωλεῖν, ὅπως αὐτοῖς ἐκβιβάσαντες τοὺς ναύτας εὐθὺς παρὰ τὰς ναῦς ἀριστοποιήσωνται, καὶ δι’ ὀλίγου αὖθις καὶ αὐθημερὸν ἀπροσδοκήτοις τοῖς Ἀθηναίοις ἐπιχειρῶσιν.
第二天,叙拉古人在一天中更早的时刻,以陆军和海军相同的进攻方式,再次向阿提卡人发起进攻,他们以同样的方式再次让船只对峙,在互相试探中度过了当天的大部分时间。 直到叙拉古盟军中最优秀的舵手、科林斯人皮里霍斯之子阿里斯顿说服了己方的海军指挥官,让他们派人去通知城内的市政官员,命令他们尽快将售卖商品的集市转移到海边,并强令所有人将各自拥有的一切食物都带到那里出售,以便让水兵们登岸后,能直接在船旁立即吃午饭,并在短暂休息后,于当天再次对出乎意料的阿提卡人发起进攻。