Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §7.20.1-7.20.3

雅典派遣巡航伯罗奔尼撒舰队与西西里增援军

第 741 段,共 917 段 · 希腊语

内容简介

雅典人应对德凯莱亚要塞的修筑,派遣哈里克雷斯率领舰队前往伯罗奔尼撒,并派德摩斯梯尼率大军前往西西里。德摩斯梯尼在埃吉纳整顿军队,等待接运阿哥斯盟军的哈里克雷斯会合。

§7.20.1ἐν δὲ τούτῳ καὶ οἱ Ἀθηναῖοι ἅμα τῆς Δεκελείας τῷ τειχισμῷ καὶ τοῦ ἦρος εὐθὺς ἀρχομένου περί τε Πελοπόννησον ναῦς τριάκοντα ἔστειλαν καὶ Χαρικλέα τὸν Ἀπολλοδώρου ἄρχοντα, ᾧ εἴρητο καὶ ἐς Ἄργος ἀφικομένῳ κατὰ τὸ ξυμμαχικὸν παρακαλεῖν Ἀργείων [τε] ὁπλίτας ἐπὶ τὰς ναῦς,
在此期间,就在德凯莱亚修筑要塞的同时,且在春天刚开始的时候,雅典人也向伯罗奔尼撒周围派遣了三十艘战船,并指派阿波罗多洛斯之子哈里克雷斯为指挥官;他接到命令,在抵达阿哥斯时,根据同盟协定要求阿哥斯的重装步兵登上战船。
§7.20.2καὶ τὸν Δημοσθένη ἐς τὴν Σικελίαν, ὥσπερ ἔμελλον, ἀπέστελλον ἑξήκοντα μὲν ναυσὶν Ἀθηναίων καὶ πέντε Χίαις, ὁπλίταις δὲ ἐκ καταλόγου Ἀθηναίων διακοσίοις καὶ χιλίοις, καὶ νησιωτῶν ὅσοις ἑκασταχόθεν οἷόν τ’ ἦν πλείστοις χρήσασθαι, καὶ ἐκ τῶν ἄλλων ξυμμάχων τῶν ὑπηκόων, εἴ ποθέν τι εἶχον ἐπιτήδειον ἐς τὸν πόλεμον, ξυμπορίσαντες.
他们还按计划派遣德摩斯梯尼前往西西里,其兵力包括六十艘雅典战船和五艘希奥战船,从雅典征兵名册中选拔的一千二百名重装步兵,以及从各处尽可能多地征用的岛民,并从其他服属的盟友中筹集了任何地方可用于战争的物资。
εἴρητο δ’ αὐτῷ πρῶτον μετὰ τοῦ Χαρικλέους ἅμα περιπλέοντα ξυστρατεύεσθαι περὶ τὴν Λακωνικήν.
他也接到命令,首先与哈里克雷斯一同环航,共同在拉科尼亚周围进行军事行动。
§7.20.3καὶ ὁ μὲν Δημοσθένης ἐς τὴν Αἴγιναν προσπλεύσας τοῦ στρατεύματός τε εἴ τι ὑπελέλειπτο περιέμενε καὶ τὸν Χαρικλέα τοὺς Ἀργείους παραλαβεῖν.
于是,德摩斯梯尼航行到埃吉纳,在那里等待军队中可能落后的任何部分,并等待哈里克雷斯接运阿哥斯人。

词汇与语法注释

  1. §7.20.1ᾧ εἴρητο... παρακαλεῖν — 被动完成式 εἴρητο 在此作为无人称动词使用,带施事与格 ᾧ(意为“他被命令”),不定式 παρακαλεῖν 充当该句的实际主语。分词 ἀφικομένῳ 在与格上与关系代词 ᾧ 一致。
  2. §7.20.2αὐτῷ ... περιπλέοντα ξυστρατεύεσθαι — 尽管与格 αὐτῷ 表示被命令者(无人称动词 εἴρητο 的施事),但修饰不定式 ξυστρατεύεσθαι 之主语的分词 περιπλέοντα 却采用了宾格。这种不定式主语从与格转为宾格的现象是古典希腊语中的常见惯用法。
  3. §7.20.3τὸν Χαρικλέα ... παραλαβεῖν — 动词 περιέμενε(“等待”)在前文接属格宾语(τοῦ στρατεύματος),而在本句中则接“宾格加不定式”结构(τὸν Χαρικλέα ... παραλαβεῖν)作为宾语。这展现了同一动词并列支配不同句法结构的用法。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §7.20.1-7.20.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:7.20.1-7.20.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。