§7.20.1ἐν δὲ τούτῳ καὶ οἱ Ἀθηναῖοι ἅμα τῆς Δεκελείας τῷ τειχισμῷ καὶ τοῦ ἦρος εὐθὺς ἀρχομένου περί τε Πελοπόννησον ναῦς τριάκοντα ἔστειλαν καὶ Χαρικλέα τὸν Ἀπολλοδώρου ἄρχοντα, ᾧ εἴρητο καὶ ἐς Ἄργος ἀφικομένῳ κατὰ τὸ ξυμμαχικὸν παρακαλεῖν Ἀργείων [τε] ὁπλίτας ἐπὶ τὰς ναῦς,
In the meantime, at the same time as the fortification of Decelea and at the very beginning of spring, the Athenians also sent thirty ships around the Peloponnese and Charicles the son of Apollodorus as commander, who had been instructed, upon arriving at Argos, to call upon the Argive hoplites to embark on the ships in accordance with the alliance.
§7.20.2καὶ τὸν Δημοσθένη ἐς τὴν Σικελίαν, ὥσπερ ἔμελλον, ἀπέστελλον ἑξήκοντα μὲν ναυσὶν Ἀθηναίων καὶ πέντε Χίαις, ὁπλίταις δὲ ἐκ καταλόγου Ἀθηναίων διακοσίοις καὶ χιλίοις, καὶ νησιωτῶν ὅσοις ἑκασταχόθεν οἷόν τ’ ἦν πλείστοις χρήσασθαι, καὶ ἐκ τῶν ἄλλων ξυμμάχων τῶν ὑπηκόων, εἴ ποθέν τι εἶχον ἐπιτήδειον ἐς τὸν πόλεμον, ξυμπορίσαντες.
And they were dispatching Demosthenes to Sicily, as they had intended, with sixty Athenian and five Chian ships, twelve hundred Athenian hoplites from the roll, as many of the islanders from various places as it was possible to employ, and having collected from the other subject allies whatever they had that was useful for the war from any source.
εἴρητο δ’ αὐτῷ πρῶτον μετὰ τοῦ Χαρικλέους ἅμα περιπλέοντα ξυστρατεύεσθαι περὶ τὴν Λακωνικήν.
And he had been instructed first, while sailing round together with Charicles, to join in the campaign around Laconia.
§7.20.3καὶ ὁ μὲν Δημοσθένης ἐς τὴν Αἴγιναν προσπλεύσας τοῦ στρατεύματός τε εἴ τι ὑπελέλειπτο περιέμενε καὶ τὸν Χαρικλέα τοὺς Ἀργείους παραλαβεῖν.
So Demosthenes, having sailed to Aegina, waited there for any part of the army that had been left behind, and for Charicles to pick up the Argives.