§7.19.1τοῦ δ’ ἐπιγιγνομένου ἦρος εὐθὺς ἀρχομένου πρωίτατα δὴ οἱ Λακεδαιμόνιοι καὶ οἱ ξύμμαχοι ἐς τὴν Ἀττικὴν ἐσέβαλον· ἡγεῖτο δὲ Ἆγις ὁ Ἀρχιδάμου Λακεδαιμονίων βασιλεύς.
第二年春天刚开始,在极早的时候,拉刻代蒙人及其盟友便入侵了阿提卡;由阿基达摩斯之子、拉刻代蒙人的国王阿基斯率领。
καὶ πρῶτον μὲν τῆς χώρας τὰ περὶ τὸ πεδίον ἐδῄωσαν, ἔπειτα Δεκέλειαν ἐτείχιζον, κατὰ πόλεις διελόμενοι τὸ ἔργον.
他们首先蹂躏了该地平原一带,随后开始修筑德凯莱亚的要塞,将工程分派给各个城邦。
§7.19.2ἀπέχει δὲ ἡ Δεκέλεια σταδίους μάλιστα τῆς τῶν Ἀθηναίων πόλεως εἴκοσι καὶ ἑκατόν, παραπλήσιον δὲ καὶ οὐ πολλῷ πλέον καὶ ἀπὸ τῆς Βοιωτίας.
德凯莱亚距离雅典人的城市大约有一百二十斯塔德,距离波奥蒂亚也差不多是这个距离,或者并不多于此。
ἐπὶ δὲ τῷ πεδίῳ καὶ τῆς χώρας τοῖς κρατίστοις ἐς τὸ κακουργεῖν ᾠκοδομεῖτο τὸ τεῖχος, ἐπιφανὲς μέχρι τῆς τῶν Ἀθηναίων πόλεως.
为了造成破坏,城墙建在平原上以及该地最要害的地方,从雅典人的城市一直到那里都清晰可见。
§7.19.3καὶ οἱ μὲν ἐν τῇ Ἀττικῇ Πελοποννήσιοι καὶ οἱ ξύμμαχοι ἐτείχιζον, οἱ δ’ ἐν τῇ Πελοποννήσῳ ἀπέστελλον περὶ τὸν αὐτὸν χρόνον ταῖς ὁλκάσι τοὺς ὁπλίτας ἐς τὴν Σικελίαν, Λακεδαιμόνιοι μὲν τῶν τε Εἱλώτων ἐπιλεξάμενοι τοὺς βελτίστους καὶ τῶν νεοδαμωδῶν, ξυναμφοτέρων ἐς ἑξακοσίους ὁπλίτας,καὶ Ἔκκριτον Σπαρτιάτην ἄρχοντα, Βοιωτοὶ δὲ τριακοσίους ὁπλίτας, ὧν ἦρχον Ξένων τε καὶ Νίκων Θηβαῖοι καὶ Ἡγήσανδρος Θεσπιεύς.
当在阿提卡的伯罗奔尼撒人及其盟友正在修筑城墙时,在伯罗奔尼撒的人也在同一时期用商船向西西里派遣重装步兵。 拉刻代蒙人从希洛人中挑选了最优秀的,并从新公民中进行挑选,两者共计约六百名重装步兵,并指派斯巴达人埃克里托斯为指挥官;波奥蒂亚人则派遣了三百名重装步兵,由底比斯人克塞农与尼科,以及帖斯庇埃人赫革桑德罗斯率领。
§7.19.4οὗτοι μὲν οὖν ἐν τοῖς πρῶτοι ὁρμήσαντες ἀπὸ τοῦ Ταινάρου τῆς Λακωνικῆς ἐς τὸ πέλαγος ἀφῆκαν· μετὰ δὲ τούτους Κορίνθιοι οὐ πολλῷ ὕστερον πεντακοσίους ὁπλίτας, τοὺς μὲν ἐξ αὐτῆς Κορίνθου, τοὺς δὲ προσμισθωσάμενοι Ἀρκάδων, καὶ ἄρχοντα Ἀλέξαρχον Κορίνθιον προστάξαντες ἀπέπεμψαν.
于是,这些人作为第一批出发者,从拉科尼亚的泰纳伦角驶入公海;此后不久,科林斯人也派遣了五百名重装步兵,其中一部分来自科林斯本身,另一部分是从阿卡迪亚人中雇来的,并任命科林斯人阿莱克萨科斯为指挥官而将他们送出。
ἀπέστειλαν δὲ καὶ Σικυώνιοι διακοσίους ὁπλίτας ὁμοῦ τοῖς Κορινθίοις, ὧν ἦρχε Σαργεὺς Σικυώνιος.
西库昂人也与科林斯人一同派遣了二百名重装步兵,由西库昂人萨尔格乌斯率领。
§7.19.5αἱ δὲ πέντε καὶ εἴκοσι νῆες τῶν Κορινθίων αἱ τοῦ χειμῶνος πληρωθεῖσαι ἀνθώρμουν ταῖς ἐν τῇ Ναυπάκτῳ εἴκοσιν Ἀττικαῖς, ἕωσπερ αὐτοῖς οὗτοι οἱ ὁπλῖται ταῖς ὁλκάσιν ἀπὸ τῆς Πελοποννήσου ἀπῆραν·
而在冬天配备好船员的二十五艘科林斯船只,则在纳乌帕克托斯与二十艘雅典船只对峙停泊,直到这些重装步兵乘坐商船从伯罗奔尼撒出发。
οὗπερ ἕνεκα καὶ τὸ πρῶτον ἐπληρώθησαν, ὅπως μὴ οἱ Ἀθηναῖοι πρὸς τὰς ὁλκάδας μᾶλλον ἢ πρὸς τὰς τριήρεις τὸν νοῦν ἔχωσιν.
这正是最初为它们配备船员的目的,以便让雅典人把注意力更多地集中在三列桨战船上,而不是商船上。