Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §7.21.1-7.21.5

吉利普斯与赫莫克拉底劝说叙拉古人进行海战

第 742 段,共 917 段 · 希腊语

内容简介

吉利普斯率领援军抵达叙拉古,并与赫莫克拉底一同劝说叙拉古人以同样的大胆态度进行海战对抗雅典人。

§7.21.1ἐν δὲ τῇ Σικελίᾳ ὑπὸ τοὺς αὐτοὺς χρόνους τούτου τοῦ ἦρος καὶ ὁ Γύλιππος ἧκεν ἐς τὰς Συρακούσας, ἄγων ἀπὸ τῶν πόλεων ὧν ἔπεισε στρατιὰν ὅσην ἑκασταχόθεν πλείστην ἐδύνατο.
在西西里,就在今年春天的同一时期,吉利普斯也抵达了叙拉古,从他所说服的各城市中,带来了各地所能集结的最大规模的军队。
§7.21.2καὶ ξυγκαλέσας τοὺς Συρακοσίους ἔφη χρῆναι πληροῦν ναῦς ὡς δύνανται πλείστας καὶ ναυμαχίας ἀπόπειραν λαμβάνειν· ἐλπίζειν γὰρ ἀπ’ αὐτοῦ τι ἔργον ἄξιον τοῦ κινδύνου ἐς τὸν πόλεμον κατεργάσεσθαι.
他召集了叙拉古人,并表示应当尽可能多地装备战船,尝试进行海战;因为他期望借此能为战争取得不负此险的重大成果。
§7.21.3ξυνανέπειθε δὲ καὶ ὁ Ἑρμοκράτης οὐχ ἥκιστα, τοῦ ταῖς ναυσὶ μὴ ἀθυμεῖν ἐπιχειρῆσαι πρὸς τοὺς Ἀθηναίους, λέγων οὐδ’ ἐκείνους πάτριον τὴν ἐμπειρίαν οὐδ’ ἀίδιον τῆς θαλάσσης ἔχειν, ἀλλ’ ἠπειρώτας μᾶλλον τῶν Συρακοσίων ὄντας καὶ ἀναγκασθέντας ὑπὸ Μήδων ναυτικοὺς γενέσθαι.
赫莫克拉底也极力协同劝说,鼓励他们不要对用战船向雅典人发起挑战感到气馁,他说,即使是雅典人,他们对海洋的经验既非祖传也非永久,他们甚至比叙拉古人更算得上是陆地居民,只是在波斯人的逼迫下才成为海军的。
καὶ πρὸς ἄνδρας τολμηρούς, οἵους καὶ Ἀθηναίους, τοὺς ἀντιτολμῶντας χαλεπωτάτους ἂν [αὐτοῖς ] φαίνεσθαι· ᾧ γὰρ ἐκεῖνοι τοὺς πέλας, οὐ δυνάμει ἔστιν ὅτε προύχοντες, τῷ δὲ θράσει ἐπιχειροῦντες καταφοβοῦσι, καὶ σφᾶς ἂν τὸ αὐτὸ ὁμοίως τοῖς ἐναντίοις ὑποσχεῖν.
而且在面对像雅典人这样大胆的人时,那些同样大胆反抗他们的人,在他们看来将是最难对付的;因为雅典人之所以威吓邻人,有时并非凭借实力上的优势,而是凭借大胆发起攻击,而叙拉古人也同样可以用同样的方式对待敌人。
§7.21.4καὶ Συρακοσίους εὖ εἰδέναι ἔφη τῷ τολμῆσαι ἀπροσδοκήτως πρὸς τὸ Ἀθηναίων ναυτικὸν ἀντιστῆναι πλέον τι διὰ τὸ τοιοῦτον ἐκπλαγέντων αὐτῶν περιγενησομένους ἢ Ἀθηναίους τῇ ἐπιστήμῃ τὴν Συρακοσίων ἀπειρίαν βλάψοντας.
他还说,他深知叙拉古人通过出其不意地大胆抵御雅典海军,会因对方产生此类恐慌而获得更大的优势,这远远超过雅典人凭其技术对叙拉古人的无经验所造成的伤害。
ἰέναι οὖν ἐκέλευεν ἐς τὴν πεῖραν τοῦ ναυτικοῦ καὶ μὴ ἀποκνεῖν.
因此,他敦促他们去尝试海军,不要退缩。
§7.21.5καὶ οἱ μὲν Συρακόσιοι, τοῦ τε Γυλίππου καὶ Ἑρμοκράτους καὶ εἴ του ἄλλου πειθόντων, ὥρμηντό τε ἐς τὴν ναυμαχίαν καὶ τὰς ναῦς ἐπλήρουν·
于是叙拉古人,在吉利普斯、赫莫克拉底以及其他人的劝说下,激发了进行海战的斗志,并开始装备战船。

词汇与语法注释

  1. 7.21.3τοῦ ταῖς ναυσὶ μὴ ἀθυμεῖν ἐπιχειρῆσαι — 带冠词的属格不定式(τοῦ μὴ ἀθυμεῖν)表示目的或劝说的具体内容。不定式 ἐπιχειρῆσαι 依附于 μὴ ἀθυμεῖν,意为“不要对用战船(ταῖς ναυσὶ)发起挑战(ἐπιχειρῆσαι)感到气馁”。
  2. 7.21.3καὶ σφᾶς ἂν τὸ αὐτὸ ὁμοίως τοῖς ἐναντίοις ὑποσχεῖν — 间接引语中 ἂν + 不定式(ὑποσχεῖν)的结构,对应于直接引语中的 ἂν ὑπόσχοιεν 或 ἂν ὑποσχοίμεθα。不定式的逻辑主语 σφᾶς 是指代叙拉古人自身的宾格。动词 ὑποσχεῖν(源于 ὑπέχω)意为“提供、展现”,表示他们同样可以给对手(τοῖς ἐναντίοις)带来同样的情况(τὸ αὐτό,即大胆的震慑)。
  3. 7.21.4καὶ Συρακοσίους εὖ εἰδέναι ἔφη ... περιγενησομένους ἢ Ἀθηναίους ... βλάψοντας — 由主动词 ἔφη 引导的复杂间接引语结构。作为 εἰδέναι(深知)的补足语,两个宾格分词短语,即 Συρακοσίους ... περιγενησομένους(叙拉古人将占优势)与 Ἀθηναίους ... βλάψοντας(雅典人将造成伤害),通过 ἤ(比、超过)进行了比较并列。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §7.21.1-7.21.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:7.21.1-7.21.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。