§6.99.1καὶ τῇ ὑστεραίᾳ οἱ μὲν ἐτείχιζον τῶν Ἀθηναίων τὸ πρὸς βορέαν τοῦ κύκλου τεῖχος, οἱ δὲ λίθους καὶ ξύλα ξυμφοροῦντες παρέβαλλον ἐπὶ τὸν Τρωγίλον καλούμενον αἰεί, ᾗπερ βραχύτατον ἐγίγνετο αὐτοῖς ἐκ τοῦ μεγάλου λιμένος ἐπὶ τὴν ἑτέραν θάλασσαν τὸ ἀποτείχισμα.
第二天,雅典人的一部分在建造圆城北侧的城墙,而另一部分人则收集石料和木材,将其堆放到一直被称为特罗吉拉斯的地方,那里是他们从大港到另一侧海洋之间建造筑垒围攻壁的最短距离。
§6.99.2οἱ δὲ Συρακόσιοι οὐχ ἥκιστα Ἑρμοκράτους τῶν στρατηγῶν ἐσηγησαμένου μάχαις μὲν πανδημεὶ πρὸς Ἀθηναίους οὐκέτι ἐβούλοντο διακινδυνεύειν, ὑποτειχίζειν δὲ ἄμεινον ἐδόκει εἶναι, ᾗ ἐκεῖνοι ἔμελλον ἄξειν τὸ τεῖχος καί, εἰ φθάσειαν, ἀποκλῄσεις γίγνεσθαι, καὶ ἅμα καὶ ἐν τούτῳ εἰ ἐπιβοηθοῖεν, μέρος ἀντιπέμπειν αὐτοῖς τῆς στρατιᾶς καὶ φθάνειν αὐτοὶ προκαταλαμβάνοντες τοῖς σταυροῖς τὰς ἐφόδους, ἐκείνους δὲ ἂν παυομένους τοῦ ἔργου πάντας ἂν πρὸς σφᾶς τρέπεσθαι.
而叙拉古人,尤其是因为将军之一的赫尔莫克拉底提出了建议,不再愿意动员全部兵力与雅典人决战,而是认为最好在雅典人准备延伸城墙的地方建造一道对开横墙;如果他们能抢先一步,就可以阻断敌人的出路,同时,如果雅典人在他们施工时前来袭击,他们也可以派遣一部分军队前去迎战,并抢先用木栅栏占领通道,而雅典人则会因此停止工程,被迫全部转向他们。
§6.99.3ἐτείχιζον οὖν ἐξελθόντες ἀπὸ τῆς σφετέρας πόλεως ἀρξάμενοι, κάτωθεν τοῦ κύκλου τῶν Ἀθηναίων ἐγκάρσιον τεῖχος ἄγοντες, τάς τε ἐλάας ἐκκόπτοντες τοῦ τεμένους καὶ πύργους ξυλίνους καθιστάντες.
于是,他们从自己的城里出来开始筑墙,从雅典人圆城的下方引出一道横向城墙,砍伐了圣域里的橄榄树,并建造了木塔。
§6.99.4αἱ δὲ νῆες τῶν Ἀθηναίων οὔπω ἐκ τῆς Θάψου περιεπεπλεύκεσαν ἐς τὸν μέγαν λιμένα, ἀλλ᾽ ἔτι οἱ Συρακόσιοι ἐκράτουν τῶν περὶ τὴν θάλασσαν, κατὰ γῆν δ’ ἐκ τῆς Θάψου οἱ Ἀθηναῖοι τὰ ἐπιτήδεια ἐπήγοντο.
此时雅典人的船只尚未从塔普索斯绕航进入大港,叙拉古人依然控制着海上,但雅典人通过陆路从塔普索斯运送补给物资。