Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §6.98.1-6.98.4

雅典军在叙凯筑城与骑兵战获胜

第 714 段,共 917 段 · 希腊语

内容简介

盟国的骑兵增援雅典军,使其骑兵总数达到650人。雅典人在叙凯迅速建造圆城,叙拉古人虽出兵迎战,但因队形混乱而撤退,随后在一次小规模骑兵战中雅典人获胜。

§6.98.1καὶ οὐ πολλῷ ὕστερον αὐτοῖς ἦλθον ἔκ τε Ἐγέστης ἱππῆς τριακόσιοι καὶ Σικελῶν καὶ Ναξίων καὶ ἄλλων τινῶν ὡς ἑκατόν·
此后不久,来自埃杰斯塔的三百名骑兵,以及来自西西里人、纳克索斯人和其他一些人的约一百名骑兵前来会合。
καὶ Ἀθηναίων ὑπῆρχον πεντήκοντα καὶ διακόσιοι, οἷς ἵππους τοὺς μὲν παρ’ Ἐγεσταίων καὶ Καταναίων ἔλαβον, τοὺς δ’ ἐπρίαντο, καὶ ξύμπαντες πεντήκοντα καὶ ἑξακόσιοι ἱππῆς ξυνελέγησαν.
此外,雅典人原本就有二百五十名骑兵,雅典人为他们获取了马匹,一部分是从埃杰斯塔人和卡塔奈人那里得到的,另一部分则是买来的。 这样,总共聚集了六百五十名骑兵。
§6.98.2καὶ καταστήσαντες ἐν τῷ Λαβδάλῳ φυλακὴν ἐχώρουν πρὸς τὴν Συκῆν οἱ Ἀθηναῖοι, ἵναπερ καθεζόμενοι ἐτείχισαν τὸν κύκλον διὰ τάχους.
雅典人在拉布达隆留下一支守军后,向叙凯挺进,并在那里驻扎,迅速建造了圆城(主堡)。
καὶ ἔκπληξιν τοῖς Συρακοσίοις παρέσχον τῷ τάχει τῆς οἰκοδομίας· καὶ ἐπεξελθόντες μάχην διενοοῦντο ποιεῖσθαι καὶ μὴ περιορᾶν.
他们的筑城速度让叙拉古人感到震惊;叙拉古人决定出兵迎战,不愿坐视不管。
§6.98.3καὶ ἤδη ἀντιπαρατασσομένων ἀλλήλοις οἱ τῶν Συρακοσίων στρατηγοὶ ὡς ἑώρων σφίσι τὸ στράτευμα διεσπασμένον τε καὶ οὐ ῥᾳδίως ξυντασσόμενον, ἀνήγαγον πάλιν ἐς τὴν πόλιν πλὴν μέρους τινὸς τῶν ἱππέων·
当两军已经互相对阵整队时,叙拉古人的将军们看到自己的军队混乱不堪、不易整好队形,便带领大军退回城内,只留下了一部分骑兵。
οὗτοι δὲ ὑπομένοντες ἐκώλυον τοὺς Ἀθηναίους λιθοφορεῖν τε καὶ ἀποσκίδνασθαι μακροτέραν.
留下的骑兵坚守岗位,阻碍雅典人运送石料以及分散到较远的地方。
§6.98.4καὶ τῶν Ἀθηναίων φυλὴ μία τῶν ὁπλιτῶν καὶ οἱ ἱππῆς μετ’ αὐτῶν πάντες ἐτρέψαντο τοὺς τῶν Συρακοσίων ἱππέας προσβαλόντες, καὶ ἀπέκτεινάν τέ τινας καὶ τροπαῖον τῆς ἱππομαχίας ἔστησαν.
然而,雅典重装步兵的一个部落(部族兵团)与全体骑兵一同向叙拉古骑兵发起进攻,将其击溃,并击杀了其中数人,随后树立了这场骑兵战的胜利纪念碑。

词汇与语法注释

  1. §6.98.1οἷς — 关系代名词 ὅς 的阳性复数与格,先行词是前文的 ἈθηNAίων(250名雅典骑兵)。在此用作利益与格,表示“为他们(筹措马匹)”。
  2. §6.98.2τὸν κύκλον — 指“圆城”(Kyklos),即作为包围叙拉古的整个围墙中心据点的圆形要塞或主堡。
  3. §6.98.3ἀντιπαρατασσομένων ἀλλήλοις — 现在分词的属格独立结构。其逻辑主语(雅典军与叙拉古军双方)未明言,但因上下文显而易见而被省略。
  4. §6.98.3μακροτέραν — 形容词 μακρός 的比较级阴性单数宾格,省略了名词 ὁδόν(道路),在此作副词用,意为“更远地”或“太远”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §6.98.1-6.98.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:6.98.1-6.98.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。