§6.91.1τοιαῦτα μὲν περὶ τοῦ νῦν οἰχομένου στόλου παρὰ τοῦ τὰ ἀκριβέστατα εἰδότος ὡς διενοήθημεν ἀκηκόατε· καὶ ὅσοι ὑπόλοιποι στρατηγοί, ἢν δύνωνται, ὁμοίως αὐτὰ πράξουσιν.
关于目前已经出发的远征军,我们当时的意图就是如此,正如你们从最准确了解此事的人那里所听到的那样;而且其余的将军们如果能够做到,也将同样付诸实施。
ὡς δέ, εἰ μὴ βοηθήσετε οὐ περιέσται τἀκεῖ, μάθετε ἤδη.
但请你们现在就了解,除非你们予以援助,否则那里的局势将无法维持。
§6.91.2Σικελιῶται γὰρ ἀπειρότεροι μέν εἰσιν, ὅμως δ’ ἂν ξυστραφέντες ἁθρόοι καὶ νῦν ἔτι περιγένοιντο· Συρακόσιοι δὲ μόνοι μάχῃ τε ἤδη πανδημεὶ ἡσσημένοι καὶ ναυσὶν ἅμα κατειργόμενοι ἀδύνατοι ἔσονται τῇ νῦν Ἀθηναίων ἐκεῖ παρασκευῇ ἀντισχεῖν.
因为西西里的希腊人虽然经验较少,但如果他们团结一致,即使在现在也仍然可以幸存;然而,单凭叙拉古人,他们不仅已经在全军交战中落败,而且同时被海军围困,将无法抵抗目前在那里的大批雅典军备。
§6.91.3καὶ εἰ αὕτη ἡ πόλις ληφθήσεται, ἔχεται καὶ ἡ πᾶσα Σικελία, καὶ εὐθὺς καὶ Ἰταλία· καὶ ὃν ἄρτι κίνδυνον ἐκεῖθεν προεῖπον, οὐκ ἂν διὰ μακροῦ ὑμῖν ἐπιπέσοι.
一旦这座城市被攻占,整个西西里就会随之沦陷,接着意大利也会立刻如此;而我刚才预言来自那里的危险,在不久的将来就会降临到你们身上。
§6.91.4ὥστε μὴ περὶ τῆς Σικελίας τις οἰέσθω μόνον βουλεύειν, ἀλλὰ καὶ περὶ τῆς Πελοποννήσου, εἰ μὴ ποιήσετε τάδε ἐν τάχει, στρατιάν τε ἐπὶ νεῶν πέμψετε τοιαύτην ἐκεῖσε οἵτινες αὐτερέται κομισθέντες καὶ ὁπλιτεύσουσιν εὐθύς, καὶ ὃ τῆς στρατιᾶς ἔτι χρησιμώτερον εἶναι νομίζω, ἄνδρα Σπαρτιάτην ἄρχοντα, ὡς ἂν τούς τε παρόντας ξυντάξῃ καὶ τοὺς μὴ ᾽θέλοντας προσαναγκάσῃ·
因此,谁也不要以为自己仅仅是在为西西里做决定,而是在为伯罗奔尼撒做决定,除非你们迅速采取以下行动:用船只向那里派遣这样一支军队,他们要亲自划桨渡海,且一抵达就立刻作为重装步兵投入战斗;以及,我认为比军队更有用的是,派遣一位斯巴达指挥官,以便他能够整顿现有的人员,并强迫那些不愿服从的人。
οὕτω γὰρ οἵ τε ὑπάρχοντες ὑμῖν φίλοι θαρσήσουσι μᾶλλον καὶ οἱ ἐνδοιάζοντες ἀδεέστερον προσίασιν.
因为这样一来,你们现有的盟友会更加受到鼓励,而那些犹豫不决的人也会减少恐惧,前来加入你们。
§6.91.5καὶ τὰ ἐνθάδε χρὴ ἅμα φανερώτερον ἐκπολεμεῖν, ἵνα Συρακόσιοί τε νομίζοντες ὑμᾶς ἐπιμέλεσθαι μᾶλλον ἀντέχωσι καὶ Ἀθηναῖοι τοῖς ἑαυτῶν ἧσσον ἄλλην ἐπικουρίαν πέμπωσιν.
同时,你们应该在这里更公开地进行战争,使叙拉古人认为你们更加关注他们而坚持下去,也使雅典人较难向他们自己的军队派遣另一支增援力量。
§6.91.6τειχίζειν τε χρὴ Δεκέλειαν τῆς Ἀττικῆς, ὅπερ Ἀθηναῖοι μάλιστα αἰεὶ φοβοῦνται, καὶ μόνου αὐτοῦ νομίζουσι τῶν ἐν τῷ πολέμῳ οὐ διαπεπειρᾶσθαι.
此外,你们必须在阿提卡的德凯莱亚筑垒防御,这是雅典人一直以来最害怕的事情,也是他们认为在这场战争中唯一尚未尝过的打击。
βεβαιότατα δ’ ἄν τις οὕτω τοὺς πολεμίους βλάπτοι, εἰ ἃ μάλιστα δεδιότας αὐτοὺς αἰσθάνοιτο, ταῦτα σαφῶς πυνθανόμενος ἐπιφέροι· εἰκὸς γὰρ αὐτοὺς ἀκριβέστατα ἑκάστους τὰ σφέτερα αὐτῶν δεινὰ ἐπισταμένους φοβεῖσθαι.
最能确切打击敌人的方式,就是查明他们最害怕什么,然后将这些手段施加于他们;因为他们每个人自然最清楚自己的弱点,也因此最害怕这些。
§6.91.7ἃ δ’ ἐν τῇ ἐπιτειχίσει αὐτοὶ ὠφελούμενοι τοὺς ἐναντίους κωλύσετε, πολλὰ παρεὶς τὰ μέγιστα κεφαλαιώσω.
至于你们在筑垒对峙中自身所获的利益以及如何阻碍对手,我将省略许多细节,仅概括其最主要的部分。
οἷς τε γὰρ ἡ χώρα κατεσκεύασται, τὰ πολλὰ πρὸς ὑμᾶς τὰ μὲν ληφθέντα, τὰ δ’ αὐτόματα ἥξει· καὶ τὰς τοῦ Λαυρείου τῶν ἀργυρείων μετάλλων προσόδους καὶ ὅσα ἀπὸ γῆς καὶ δικαστηρίων νῦν ὠφελοῦνται εὐθὺς ἀποστερήσονται, μάλιστα δὲ τῆς ἀπὸ τῶν ξυμμάχων προσόδου ἧσσον διαφορουμένης, οἳ τὰ παρ’ ὑμῶν νομίσαντες ἤδη κατὰ κράτος πολεμεῖσθαι ὀλιγωρήσουσιν.
因为该地区所配备的大部分财产,一部分被夺取,一部分自动投奔,都将落入你们手中;而且雅典人将立即被剥夺劳里翁银矿的岁入,以及他们目前从土地和法庭中所获得的一切收益;最重要的是,来自盟友的岁入将无法顺利征收,因为盟友们认为你们已经在全力以赴进行战争,从而会懈怠对雅典的交纳。