Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §6.90.1-6.90.4

阿尔西比亚德斯揭露雅典的远征战略

第 706 段,共 917 段 · 希腊语

内容简介

阿尔西比亚德斯向斯巴达人透露,雅典在西西里远征中有着宏大的计划,意图征服西西里、意大利和迦太基,并最终利用那些资源和兵力包围伯罗奔尼撒,从而夺取整个希腊世界的霸权。

§6.90.1‘καὶ τὰ μὲν ἐς τὰς ἐμὰς διαβολὰς τοιαῦτα ξυνέβη·
“关于对我的中伤,其情况就是如此。
περὶ δὲ ὧν ὑμῖν τε βουλευτέον καὶ ἐμοί, εἴ τι πλέον οἶδα, ἐσηγητέον, μάθετε ἤδη.
至于你们必须加以考虑、以及我如果多知道些什么就应该向你们指出的事情,请你们现在就予以了解。
§6.90.2ἐπλεύσαμεν ἐς Σικελίαν πρῶτον μέν, εἰ δυναίμεθα, Σικελιώτας καταστρεψόμενοι, μετὰ δ᾽ ἐκείνους αὖθις καὶ Ἰταλιώτας, ἔπειτα καὶ τῆς Καρχηδονίων ἀρχῆς καὶ αὐτῶν ἀποπειράσοντες.
我们驶往西西里,首先是为了在可能的情况下征服西西里的希腊人,继而再征服意大利的希腊人,随后也企图对迦太基的领地和迦太基人自身进行尝试。
§6.90.3εἰ δὲ προχωρήσειε ταῦτα ἢ πάντα ἢ καὶ τὰ πλείω, ἤδη τῇ Πελοποννήσῳ ἐμέλλομεν ἐπιχειρήσειν, κομίσαντες ξύμπασαν μὲν τὴν ἐκεῖθεν προσγενομένην δύναμιν τῶν Ἑλλήνων, πολλοὺς δὲ βαρβάρους μισθωσάμενοι καὶ Ἴβηρας καὶ ἄλλους τῶν ἐκεῖ ὁμολογουμένως νῦν βαρβάρων μαχιμωτάτους, τριήρεις τε πρὸς ταῖς ἡμετέραις πολλὰς ναυπηγησάμενοι, ἐχούσης τῆς Ἰταλίας ξύλα ἄφθονα, αἷς τὴν Πελοπόννησον πέριξ πολιορκοῦντες καὶ τῷ πεζῷ ἅμα ἐκ γῆς ἐφορμαῖς τῶν πόλεων τὰς μὲν βίᾳ λαβόντες, τὰς δ’ ἐντειχισάμενοι, ῥᾳδίως ἠλπίζομεν καταπολεμήσειν καὶ μετὰ ταῦτα καὶ τοῦ ξύμπαντος Ἑλληνικοῦ ἄρξειν.
如果这些计划全部或者大部分得以实现,我们随后便打算进攻伯罗奔尼撒。 为此,我们将带去在那边新加入我们的全部希腊人力量,并雇用许多蛮族——包括伊比利亚人以及那边如今公认最强悍的其他蛮族,同时由于意大利有充足的木材,我们还要在自己的战船之外建造许多三列桨战船。 我们期望用这些战船从四周包围伯罗奔尼撒,同时用步兵从陆地上发起进攻,对那些城邦或以武力夺取、或筑墙围困,从而轻易地征服他们,并在此之后统治整个希腊世界。
§6.90.4χρήματα δὲ καὶ σῖτον, ὥστε εὐπορώτερον γίγνεσθαί τι αὐτῶν, αὐτὰ τὰ προσγενόμενα ἐκεῖθεν χωρία ἔμελλε διαρκῆ ἄνευ τῆς ἐνθένδε προσόδου παρέξειν.
至于资金和粮食,为了使这些物资更加宽裕,那里的新服属地区本身就能提供充足的供应,而不需要我们从这里拨出收入。 ”

词汇与语法注释

  1. §6.90.1περὶ δὲ ὧν — 省略了先行词代词(περὶ ἐκείνων),且关系代词 ὧν(在关系从句中本应作宾语,即宾格 ἃ)由于受到省略先行词的格的影响,被吸引为属格(关系代词的吸引)。
  2. §6.90.1ὑμῖν τε βουλευτέον καὶ ἐμοί... ἐσηγητέον — 这是一个使用表示必要、义务的动词性形容词(中性单数)的无人称句(省略了系词 ἐστί:ὑμῖν βουλευτέον / ἐμοὶ ἐσηγητέον)。动作的主体由与格(ὑμῖν, ἐμοί)表示。
  3. §6.90.2καταστρεψόμενοι... ἀποπειράσοντες — 表达目的或意图的将来时主动及中动分词。它们修饰主句动词 ἐπλεύσαμεν(我们航行),意为“为了征服……为了企图……”。
  4. §6.90.3εἰ δὲ προχωρήσειε — 条件从句中使用的过去希求语气(optative)表示从过去视角来看将来不确定的可能性(“如果这些事情能成功的话”),构成主句意图 ἐμέλλομεν(我们打算……)的条件。
  5. §6.90.3ἐχούσης τῆς Ἰταλίας — 属格独立结构(genitive absolute),在此处表示原因(“因为意大利有充足的木材”),以此解释建造更多战船的可行性。
  6. §6.90.4ὥστε εὐπορώτερον γίγνεσθαί τι αὐτῶν — 由 ὥστε 引导的不定式结果或目的从句。属格代词 αὐτῶν(中性复数)指代上下文提到的整个军事行动,意为“为了使这些事情变得更加便利”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §6.90.1-6.90.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:6.90.1-6.90.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。