Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §6.92.1-6.92.5

阿尔西比亚德斯的爱国论与迅速出兵呼吁

第 708 段,共 917 段 · 希腊语

内容简介

阿尔西比亚德斯为自己的爱国心和流亡行为进行辩护,敦促斯巴达人不要犹豫,立即向西西里和阿提卡发起远征以击败雅典。

§6.92.1γίγνεσθαι δέ τι αὐτῶν καὶ ἐν τάχει καὶ προθυμότερον ἐν ὑμῖν ἐστίν, ὦ Λακεδαιμόνιοι, ἐπεὶ ὥς γε δυνατά (καὶ οὐχ ἁμαρτήσεσθαι οἶμαι γνώμης) πάνυ θαρσῶ.
拉刻代蒙人啊,使这些事情中的一部分迅速且更加热心地付诸实施,这完全取决于你们,因为我深信这些事确实是可行的(而且我认为我的判断不会有误)。
§6.92.2‘καὶ χείρων οὐδενὶ ἀξιῶ δοκεῖν ὑμῶν εἶναι, εἰ τῇ ἐμαυτοῦ μετὰ τῶν πολεμιωτάτων φιλόπολίς ποτε δοκῶν εἶναι νῦν ἐγκρατῶς ἐπέρχομαι, οὐδὲ ὑποπτεύεσθαί μου ἐς τὴν φυγαδικὴν προθυμίαν τὸν λόγον.
“我希望你们谁也不要认为我是个更坏的人,仅仅因为我以前曾被视为爱国者,而现在却与最凶恶的敌人一起全力进攻自己的祖国;我也不希望我的言论被怀疑是出于流亡者的私怨热忱。
§6.92.3φυγάς τε γάρ εἰμι τῆς τῶν ἐξελασάντων πονηρίας, καὶ οὐ τῆς ὑμετέρας, ἢν πείθησθέ μοι, ὠφελίας· καὶ πολεμιώτεροι οὐχ οἱ τοὺς πολεμίους που βλάψαντες ὑμεῖς ἢ οἱ τοὺς φίλους ἀναγκάσαντες πολεμίους γενέσθαι.
因为我是因为那些驱逐我的人的邪恶而成为流亡者的,而不是因为失去了对你们的用处(如果你们听从我的话);而且,比起像你们这样在某些地方伤害了敌人的外敌,那些强迫自己的朋友变成敌人的内奸才是更可怕的敌人。
§6.92.4τό τε φιλόπολι οὐκ ἐν ᾧ ἀδικοῦμαι ἔχω, ἀλλ’ ἐν ᾧ ἀσφαλῶς ἐπολιτεύθην.
我所拥有的爱国心,不是在遭受不公待遇的境遇中,而是在能安全地享有公民权利的境遇中。
οὐδ’ ἐπὶ πατρίδα οὖσαν ἔτι ἡγοῦμαι νῦν ἰέναι, πολὺ δὲ μᾶλλον τὴν οὐκ οὖσαν ἀνακτᾶσθαι.
我也并不认为自己现在是在进攻依然属于我的祖国,而更是在收复那已经不再属于我的祖国。
καὶ φιλόπολις οὗτος ὀρθῶς, οὐχ ὃς ἂν τὴν ἑαυτοῦ ἀδίκως ἀπολέσας μὴ ἐπίῃ, ἀλλ’ ὃς ἂν ἐκ παντὸς τρόπου διὰ τὸ ἐπιθυμεῖν πειραθῇ αὐτὴν ἀναλαβεῖν.
真正的爱国者,并不是那些在不公地失去祖国后就不去进攻它的人,而是那些因极度渴望祖国,而竭尽一切手段试图收复它的人。
§6.92.5οὕτως ἐμοί τε ἀξιῶ ὑμᾶς καὶ ἐς κίνδυνον καὶ ἐς ταλαιπωρίαν πᾶσαν ἀδεῶς χρῆσθαι, ὦ Λακεδαιμόνιοι, γνόντας τοῦτον δὴ τὸν ὑφ’ ἁπάντων προβαλλόμενον λόγον, ὡς εἰ πολέμιός γε ὢν σφόδρα ἔβλαπτον, κἂν φίλος ὢν ἱκανῶς ὠφελοίην, ὅσῳ τὰ μὲν Ἀθηναίων οἶδα, τὰ δ᾽ ὑμέτερα ᾔκαζον· καὶ αὐτοὺς νῦν νομίσαντας περὶ μεγίστων δὴ τῶν διαφερόντων βουλεύεσθαι μὴ ἀποκνεῖν τὴν ἐς τὴν Σικελίαν τε καὶ ἐς τὴν Ἀττικὴν στρατείαν, ἵνα τά τε ἐκεῖ βραχεῖ μορίῳ ξυμπαραγενόμενοι μεγάλα σώσητε καὶ Ἀθηναίων τήν τε οὖσαν καὶ τὴν μέλλουσαν δύναμιν καθέλητε, καὶ μετὰ ταῦτα αὐτοί τε ἀσφαλῶς οἰκῆτε καὶ τῆς ἁπάσης Ἑλλάδος ἑκούσης καὶ οὐ βίᾳ, κατ’ εὔνοιαν δὲ ἡγῆσθε.
因此,拉刻代蒙人啊,我希望你们毫无顾虑地在危险和一切艰难困苦中驱使我,只要你们认可世人所普遍提出的这一论点:如果我作为敌人曾造成了巨大的伤害,那么作为朋友我也同样能带来足够的帮助,因为我深知雅典人的底细,而对你们的情况过去只能推测;并且你们自己现在应当认识到正在为最重大的切身利益进行审议,不要对前往西西里和阿提卡的远征犹豫不决。 这样,你们只需派去一小部分兵力参与那里的行动,就能挽救伟大的事业,并摧毁雅典人现在和未来的力量,此后你们自己也能安全地生活,并且凭借好意,在全希腊自愿而非被迫的情况下领导他们。

词汇与语法注释

  1. §6.92.2χείρων οὐδενὶ ἀξιῶ δοκεῖν ὑμῶν εἶναι — 属格 ὑμῶν 在理论上可以修饰比较级 χείρων(“比你们更差”),但在此处更自然地被理解为修饰代词 οὐδενὶ 的部分属格(“你们中的任何人”),即“不希望在你们任何人看来我是更差的人”。
  2. §6.92.3φυγάς τε γάρ εἰμι τῆς τῶν ἐξελασάντων πονηρίας — 修饰名词 φυγάς 的属格 πονηρίας 并非表示地点的属格(“从……流亡”),而是以比喻或原因的方式使用,意为“因驱逐我的人之邪恶而成为流亡者”。这与后半句的 τῆς ὑμετέρας ... ὠφελίας(“而非从对你们有用的领域中流亡”)形成了修辞上的巧妙对比。
  3. §6.92.5γνόντας — 宾格分词 γνόντας 在性、数、格上与 ὑμᾶς 一致。ὑμᾶς 既是主句动词 ἀξιῶ 的宾语,也是不定式 χρῆσθαι 在“宾格加不定式”结构中的逻辑主语。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §6.92.1-6.92.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:6.92.1-6.92.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。