§6.89.1‘ἀναγκαῖον περὶ τῆς ἐμῆς διαβολῆς πρῶτον ἐς ὑμᾶς εἰπεῖν, ἵνα μὴ χεῖρον τὰ κοινὰ τῷ ὑπόπτῳ μου ἀκροάσησθε.
“我必须首先向你们说明针对我的中伤,以免你们由于对我的猜疑,而带着反感来听取我关于国家公共事务的建议。
§6.89.2τῶν δ’ ἐμῶν προγόνων τὴν προξενίαν ὑμῶν κατά τι ἔγκλημα ἀπειπόντων αὐτὸς ἐγὼ πάλιν ἀναλαμβάνων ἐθεράπευον ὑμᾶς ἄλλα τε καὶ περὶ τὴν ἐκ Πύλου ξυμφοράν.
我的祖先曾因某种怨隙而辞去了你们的邦友身份,但我自己重新恢复了这一身份,并尽心服务你们,尤其是在皮洛斯的那次灾难中。
καὶ διατελοῦντός μου προθύμου ὑμεῖς πρὸς Ἀθηναίους καταλλασσόμενοι τοῖς μὲν ἐμοῖς ἐχθροῖς δύναμιν δι’ ἐκείνων πράξαντες, ἐμοὶ δὲ ἀτιμίαν περιέθετε.
然而,正当我持续展现热忱之时,你们在与雅典人和解的过程中,却通过那些谈判给我的敌人带来了权势,却把耻辱加在我身上。
§6.89.3καὶ διὰ ταῦτα δικαίως ὑπ’ ἐμοῦ πρός τε τὰ Μαντινέων καὶ Ἀργείων τραπομένου καὶ ὅσα ἄλλα ἐνηντιούμην ὑμῖν ἐβλάπτεσθε·
因此,由于我转向曼提尼亚和阿哥斯的事务,以及在其他各方面对你们的反对,你们理所当然地受到了我的伤害。
καὶ νῦν, εἴ τις καὶ τότε ἐν τῷ πάσχειν οὐκ εἰκότως ὠργίζετό μοι, μετὰ τοῦ ἀληθοῦς σκοπῶν ἀναπειθέσθω.
现在,如果有人在当时遭受损失时对我产生了无理的愤怒,请他看清事实,重新考虑。
ἢ εἴ τις, διότι καὶ τῷ δήμῳ προσεκείμην μᾶλλον, χείρω με ἐνόμιζε, μηδ’ οὕτως ἡγήσηται ὀρθῶς ἄχθεσθαι.
或者,如果有人因为我更倾向于民主派而对我评价较低,也请他不要认为自己这种不快是正确的。
§6.89.4τοῖς γὰρ τυράννοις αἰεί ποτε διάφοροί ἐσμεν (πᾶν δὲ τὸ ἐναντιούμενον τῷ δυναστεύοντι δῆμος ὠνόμασται), καὶ ἀπ’ ἐκείνου ξυμπαρέμεινεν ἡ προστασία ἡμῖν τοῦ πλήθους.
因为我们家族与僭主一向是不和的——而凡是反对独裁统治势力的都被称为“民主派”——从那时起,领导民众的责任就一直留在我们家族中。
ἅμα δὲ καὶ τῆς πόλεως δημοκρατουμένης τὰ πολλὰ ἀνάγκη ἦν τοῖς παροῦσιν ἕπεσθαι.
同时,由于城邦实行的是民主政体,在很大程度上我们也必须顺应既有的形势。
§6.89.5τῆς δὲ ὑπαρχούσης ἀκολασίας ἐπειρώμεθα μετριώτεροι ἐς τὰ πολιτικὰ εἶναι.
与当时普遍存在的放纵相比,我们努力在政治事务中保持较为温和的态度。
ἄλλοι δ’ ἦσαν καὶ ἐπὶ τῶν πάλαι καὶ νῦν οἳ ἐπὶ τὰ πονηρότερα ἐξῆγον τὸν ὄχλον· οἵπερ καὶ ἐμὲ ἐξήλασαν.
然而,无论在过去还是现在,总有其他人将民众引向更恶劣的境地,也正是这些人将我驱逐了出去。
§6.89.6ἡμεῖς δὲ τοῦ ξύμπαντος προέστημεν, δικαιοῦντες ἐν ᾧ σχήματι μεγίστη ἡ πόλις ἐτύγχανε καὶ ἐλευθερωτάτη οὖσα καὶ ὅπερ ἐδέξατό τις, τοῦτο ξυνδιασῴζειν, ἐπεὶ δημοκρατίαν γε καὶ ἐγιγνώσκομεν οἱ φρονοῦντές τι, καὶ αὐτὸς οὐδενὸς ἂν χεῖρον, ὅσῳ καὶ λοιδορήσαιμι.
我们所领导的是国家的整体,并认为有义务去共同维护国家在其中处于最伟大、最自由状态的那个体制,即人们所继承下来的体制。 因为凡是有理智的人都清楚民主政体是什么,而我自己对它的了解不亚于任何人,甚至可以说,我能对它进行多么严厉的谴责,我对它的认识就有多深。
ἀλλὰ περὶ ὁμολογουμένης ἀνοίας οὐδὲν ἂν καινὸν λέγοιτο·
然而,对于一个公认的愚行,现在已经没有什么新话可说了。
καὶ τὸ μεθιστάναι αὐτὴν οὐκ ἐδόκει ἡμῖν ἀσφαλὲς εἶναι ὑμῶν πολεμίων προσκαθημένων.
而且,当你们这些敌人正虎视眈眈地逼近时,我们认为改变这一体制是不安全的。 ”