§6.87.1‘ἀλλὰ μήτε ὑμεῖς, ὦ Καμαριναῖοι, ταῖς τῶνδε διαβολαῖς ἀναπείθεσθε μήτε οἱ ἄλλοι·
“但是,卡马里纳人啊,你们和其余的人都不要被这些人的诽谤所说服。
εἰρήκαμεν δ’ ὑμῖν πᾶσαν τὴν ἀλήθειαν περὶ ὧν ὑποπτευόμεθα, καὶ ἔτι ἐν κεφαλαίοις ὑπομνήσαντες ἀξιώσομεν πείθειν.
关于我们受到怀疑的事,我们已经向你们说明了全部真相,而且我们还要通过扼要地提醒你们,来要求说服你们。
§6.87.2φαμὲν γὰρ ἄρχειν μὲν τῶν ἐκεῖ, ἵνα μὴ ὑπακούωμεν ἄλλου, ἐλευθεροῦν δὲ τὰ ἐνθάδε, ὅπως μὴ ὑπ’ αὐτῶν βλαπτώμεθα, πολλὰ δ’ ἀναγκάζεσθαι πράσσειν, διότι καὶ πολλὰ φυλασσόμεθα, ξύμμαχοι δὲ καὶ νῦν καὶ πρότερον τοῖς ἐνθάδε ὑμῶν ἀδικουμένοις οὐκ ἄκλητοι, παρακληθέντες δὲ ἥκειν.
因为我们声称:我们统治那里的臣民是为了不听命于他人,而我们解放这里的臣民是为了不受到他们的伤害;我们被迫做许多事,是因为我们也在防范许多事;而且无论是现在还是过去,我们都是作为盟友来援助你们这里受到不公对待的人,我们并非不请自来,而是应邀而至。
§6.87.3καὶ ὑμεῖς μήθ’ ὡς δικασταὶ γενόμενοι τῶν ἡμῖν ποιουμένων μήθ’ ὡς σωφρονισταί, ὃ χαλεπὸν ἤδη, ἀποτρέπειν πειρᾶσθε, καθ’ ὅσον δέ τι ὑμῖν τῆς ἡμετέρας πολυπραγμοσύνης καὶ τρόπου τὸ αὐτὸ ξυμφέρει, τούτῳ ἀπολαβόντες χρήσασθε, καὶ νομίσατε μὴ πάντας ἐν ἴσῳ βλάπτειν αὐτά, πολὺ δὲ πλείους τῶν Ἑλλήνων καὶ ὠφελεῖν·
至于你们,既不要做我们行为的裁判官,也不要做我们的矫正者——这已经是一件难事——企图阻止我们;相反,在我们的多事和作风中,只要有任何对你们同样有利的部分,你们就应当予以汲取和利用,并且要认识到,这些并不是平等地伤害所有人,而是对远为更多的希腊人有利。
§6.87.4ἐν παντὶ γὰρ πᾶς χωρίῳ, καὶ ᾧ μὴ ὑπάρχομεν, ὅ τε οἰόμενος ἀδικήσεσθαι καὶ ὁ ἐπιβουλεύων διὰ τὸ ἑτοίμην ὑπεῖναι ἐλπίδα τῷ μὲν ἀντιτυχεῖν ἐπικουρίας ἀφ’ ἡμῶν, τῷ δὲ εἰ ἥξομεν, μὴ ἀδεεῖ εἶναι κινδυνεύειν, ἀμφότεροι ἀναγκάζονται ὁ μὲν ἄκων σωφρονεῖν, ὁ δ’ ἀπραγμόνως σῴζεσθαι.
因为在任何地方,即使是在我们不存在的地方,无论是认为自己将遭受不公的人,还是企图阴谋害人的人,都因为心中存有现成的希望——前者指望能从我们这里获得援助,后者预料到如果我们到来,他就无法毫无恐惧地去冒险——因而双方都被迫,前者违背意愿地克制,后者则毫不费力地获得安全。
§6.87.5ταύτην οὖν τὴν κοινὴν τῷ τε δεομένῳ καὶ ὑμῖν νῦν παροῦσαν ἀσφάλειαν μὴ ἀπώσησθε, ἀλλ᾽ ἐξισώσαντες τοῖς ἄλλοις μεθ’ ἡμῶν τοῖς Συρακοσίοις, ἀντὶ τοῦ αἰεὶ φυλάσσεσθαι αὐτούς, καὶ ἀντεπιβουλεῦσαί ποτε ἐκ τοῦ ὁμοίου μεταλάβετε.
因此,不要推拒这一对需要帮助者和你们现在都摆在面前的共同安全;相反,你们要与其他所有人一样,与我们一起平等地对抗叙拉古人,不再是总是防范他们,而是平等地参与到对他们的反向图谋之中。
’
”