§6.82.1‘ἀφικόμεθα μὲν ἐπὶ τῆς πρότερον οὔσης ξυμμαχίας ἀνανεώσει, τοῦ δὲ Συρακοσίου καθαψαμένου ἀνάγκη καὶ περὶ τῆς ἀρχῆς εἰπεῖν ὡς εἰκότως ἔχομεν.
“我们此来是为了更新原先的盟约;但由于叙拉古人对我们的指责,我们也有必要谈谈我们的帝国,以说明我们拥有它是多么合理。
§6.82.2τὸ μὲν οὖν μέγιστον μαρτύριον αὐτὸς εἶπεν, ὅτι οἱ Ἴωνες αἰεί ποτε πολέμιοι τοῖς Δωριεῦσιν εἰσίν.
事实上,他自己就提供了最有力的证据,他说爱奥尼亚人历来是多利安人的死敌。
ἔχει δὲ καὶ οὕτως·
情况也确实如此。
ἡμεῖς γὰρ Ἴωνες ὄντες Πελοποννησίοις Δωριεῦσι καὶ πλέοσιν οὖσι καὶ παροικοῦσιν ἐσκεψάμεθα ὅτῳ τρόπῳ ἥκιστα αὐτῶν ὑπακουσόμεθα,
因为我们作为爱奥尼亚人,面对人数更多且与我们相邻的佩洛帕尼索斯的多利安人,必须考虑如何才能最不听命于他们。
§6.82.3καὶ μετὰ τὰ Μηδικὰ ναῦς κτησάμενοι τῆς μὲν Λακεδαιμονίων ἀρχῆς καὶ ἡγεμονίας ἀπηλλάγημεν,οὐδὲν προσῆκον μᾶλλόν τι ἐκείνους ἡμῖν ἢ καὶ ἡμᾶς ἐκείνοις ἐπιτάσσειν, πλὴν καθ’ ὅσον ἐν τῷ παρόντι μεῖζον ἴσχυον, αὐτοὶ δὲ τῶν ὑπὸ βασιλεῖ πρότερον ὄντων ἡγεμόνες καταστάντες οἰκοῦμεν, νομίσαντες ἥκιστ’ ἂν ὑπὸ Πελοποννησίοις οὕτως εἶναι, δύναμιν ἔχοντες ᾗ ἀμυνούμεθα, καὶ ἐς τὸ ἀκριβὲς εἰπεῖν οὐδὲ ἀδίκως καταστρεψάμενοι τούς τε Ἴωνας καὶ νησιώτας, οὓς ξυγγενεῖς φασὶν ὄντας ἡμᾶς Συρακόσιοι δεδουλῶσθαι.
在希波战争之后,我们获得了舰队,从而摆脱了斯巴达人的统治和领导,因为他们命令我们并不比我们命令他们更合理,除了他们当时实力更强之外。 我们自己成为了原先臣服于波斯国王之人的盟主,并以此立国,因为我们认为这样最不会落入佩洛帕尼索斯人的支配之下,并且我们拥有保护自己的力量。 严格来说,我们征服爱奥尼亚人和岛民也并非不义,而叙拉古人却说我们奴役了这些同族。
§6.82.4ἦλθον γὰρ ἐπὶ τὴν μητρόπολιν ἐφ’ ἡμᾶς μετὰ τοῦ Μήδου καὶ οὐκ ἐτόλμησαν ἀποστάντες τὰ οἰκεῖα φθεῖραι, ὥσπερ ἡμεῖς ἐκλιπόντες τὴν πόλιν, δουλείαν δὲ αὐτοί τε ἐβούλοντο καὶ ἡμῖν τὸ αὐτὸ ἐπενεγκεῖν.
因为他们曾与波斯人勾结,前来攻打我们这个母邦,并且没有像我们当年放弃城市那样,敢于背叛敌人并毁掉自己的家园,相反,他们自己选择臣服,并企图把同样的命运强加于我们。 ”