Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §6.83.1-6.83.4

雅典的安全保障与远征西西里的共同利益

第 699 段,共 917 段 · 希腊语

内容简介

雅典使节欧菲穆斯辩称,他们的帝国统治是基于对希腊的贡献和自身安全保障的需要,并解释说此次远征西西里既是为了雅典的安全,也符合当地盟友的利益。

§6.83.1ἀνθ’ ὧν ἄξιοί τε ὄντες ἅμα ἄρχομεν, ὅτι τε ναυτικὸν πλεῖστόν τε καὶ προθυμίαν ἀπροφάσιστον παρεσχόμεθα ἐς τοὺς Ἕλληνας, καὶ διότι καὶ τῷ Μήδῳ ἑτοίμως τοῦτο δρῶντες οὗτοι ἡμᾶς ἔβλαπτον, ἅμα δὲ τῆς πρὸς Πελοποννησίους ἰσχύος ὀρεγόμενοι.
为此,我们不仅因为受之无愧而进行统治,更因为我们为希腊人提供了最庞大的舰队和毫不推诿的热忱,也因为这些人甘愿顺从波斯人而损害了我们,同时还因为我们力图获得对抗佩洛帕尼索斯人的力量。
§6.83.2καὶ οὐ καλλιεπούμεθα ὡς ἢ τὸν βάρβαρον μόνοι καθελόντες εἰκότως ἄρχομεν ἢ ἐπ᾽ ἐλευθερίᾳ τῇ τῶνδε μᾶλλον ἢ τῶν ξυμπάντων τε καὶ τῇ ἡμετέρᾳ αὐτῶν κινδυνεύσαντες.
我们并不粉饰辞藻,宣称我们是因为独自打败了蛮族才理所当然地进行统治,或者说我们是为了这些人的自由,而不是为了全体希腊人以及我们自身的自由而冒危险。
πᾶσι δὲ ἀνεπίφθονον τὴν προσήκουσαν σωτηρίαν ἐκπορίζεσθαι.
然而,任何人为了确保自己应得的安全而采取行动,都是无可非议的。
καὶ νῦν τῆς ἡμετέρας ἀσφαλείας ἕνεκα καὶ ἐνθάδε παρόντες ὁρῶμεν καὶ ὑμῖν ταὐτὰ ξυμφέροντα.
如今,我们来到这里同样是为了我们自身的安全,而且我们看到这也同样对你们有利。
§6.83.3ἀποφαίνομεν δὲ ἐξ ὧν οἵδε τε διαβάλλουσι καὶ ὑμεῖς μάλιστα ἐπὶ τὸ φοβερώτερον ὑπονοεῖτε, εἰδότες τοὺς περιδεῶς ὑποπτεύοντάς τι λόγου μὲν ἡδονῇ τὸ παραυτίκα τερπομένους, τῇ δ’ ἐγχειρήσει ὕστερον τὰ ξυμφέροντα πράσσοντας.
我们将从这些人对我们的诽谤以及你们尤为恐惧的猜疑中来证明这一点,因为我们深知,那些怀着极大恐惧而心生猜忌的人,虽然暂时会因言辞的悦耳而感到高兴,但日后付诸行动时,仍会做出符合自身利益的选择。
§6.83.4τήν τε γὰρ ἐκεῖ ἀρχὴν εἰρήκαμεν διὰ δέος ἔχειν καὶ τὰ ἐνθάδε διὰ τὸ αὐτὸ ἥκειν μετὰ τῶν φίλων ἀσφαλῶς καταστησόμενοι, καὶ οὐ δουλωσόμενοι, μὴ παθεῖν δὲ μᾶλλον τοῦτο κωλύσοντες.
因为我们已经说过,我们之所以保有在彼处的统治权,是出于恐惧;而我们来到此处,也是出于同样的理由,为了与盟友安全地安排事务,并不是为了奴役他人,而是为了防止我们自己遭受同样的命运。 ”

词汇与语法注释

  1. 6.83.1ἀνθ’ ὧν — 指前章第4节所述“爱奥尼亚人顺从波斯人、攻击母邦雅典并甘愿臣服”等行为。关系代名词 ὧν 为中性复数,以行文的前述内容为先行词。
  2. 6.83.1ὅτι τε ... καὶ διότι ... ἅμα δὲ ... ὀρεγόμενοι — 表示主句动词 ἄρχομεν(我们统治)之原因的要素。前两者为 ὅτι / διότι 引导的从句,而第三者则由主格分词短语 ὀρεγόμενοι 表示,呈现出语法上的非对称性(anacoluthon)。
  3. 6.83.2ὡς ἢ ... ἄρχομεν ἢ ... κινδυνεύσαντες — 由 ὡς 引导的表示粉饰言辞之内容或理由的从句。第一项为包含直陈式现在时动词 ἄρχομεν 的句子,第二项则使用主格分词 κινδυνεύσαντες,在此处由等位连词 ἤ ... ἤ ... 连接的两部分在语法结构上同样不一致。
  4. 6.83.4ἥκειν — 不定式 ἥκειν 悬系于前半句(τήν τε γὰρ ἐκεῖ ἀρχὴν εἰρήκαμεν...)的动词 εἰρήκαμεν(我们已经说过),构成间接引语中的宾格不定式结构(τὰ ἐνθάδε ... ἥκειν,“[我们已经说过]对于此处的事物,我们是为了……而来的”)。虽有观点认为其是紧接在前的动词 ἀποφαίνομεν 的补足成分,但从前半部分(τήν τε... 与 τὰ ἐνθάδε...)的并列关系来看,将其视为悬系于 εἰρήκαμεν 更为自然。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §6.83.1-6.83.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:6.83.1-6.83.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。