§6.76.1‘οὐ τὴν παροῦσαν δύναμιν τῶν Ἀθηναίων, ὦ Καμαριναῖοι, μὴ αὐτὴν καταπλαγῆτε δείσαντες ἐπρεσβευσάμεθα, ἀλλὰ μᾶλλον τοὺς μέλλοντας ἀπ’ αὐτῶν λόγους, πρίν τι καὶ ἡμῶν ἀκοῦσαι, μὴ ὑμᾶς πείσωσιν.
“卡马里纳人啊,我们派遣使节到此,并非因为担心你们会对雅典人眼前的实力感到恐惧,而更是担心,在你们听到我们的任何解释之前,他们接下来的言辞会说服你们。
§6.76.2ἥκουσι γὰρ ἐς τὴν Σικελίαν προφάσει μὲν ᾗ πυνθάνεσθε, διανοίᾳ δὲ ἣν πάντες ὑπονοοῦμεν·
因为他们来到西西里,口头上用的是你们所听到的借口,心底里却怀着我们大家所怀疑的企图。
καί μοι δοκοῦσιν οὐ Λεοντίνους βούλεσθαι κατοικίσαι, ἀλλ’ ἡμᾶς μᾶλλον ἐξοικίσαι.
在我看来,他们并非想要让莱翁蒂尼人重新定居,而更是想要把我们驱逐出去。
οὐ γὰρ δὴ εὔλογον τὰς μὲν ἐκεῖ πόλεις ἀναστάτους ποιεῖν, τὰς δὲ ἐνθάδε κατοικίζειν, καὶ Λεοντίνων μὲν Χαλκιδέων ὄντων κατὰ τὸ ξυγγενὲς κήδεσθαι, Χαλκιδέας δὲ τοὺς ἐν Εὐβοίᾳ, ὧν οἵδε ἄποικοί εἰσι, δουλωσαμένους ἔχειν.
因为,如果一方面使那里的城市荒废,另一方面却让这里的城市重建,并且借口同族关系去关怀身为卡尔基斯人的莱翁蒂尼人,却让作为他们母邦的优波亚的卡尔基斯人继续处于被奴役的状态,这实在是极不合理的。
§6.76.3τῇ δὲ αὐτῇ ἰδέᾳ ἐκεῖνά τε ἔσχον καὶ τὰ ἐνθάδε νῦν πειρῶνται·
他们正是凭借同样的意图夺取了那里的领土,如今又企图夺取这里的领土。
ἡγεμόνες γὰρ γενόμενοι ἑκόντων τῶν τε Ἰώνων καὶ ὅσοι ἀπὸ σφῶν ἦσαν ξύμμαχοι ὡς ἐπὶ τοῦ Μήδου τιμωρίᾳ, τοὺς μὲν λιποστρατίαν, τοὺς δὲ ἐπ’ ἀλλήλους στρατεύειν, τοῖς δ’ ὡς ἑκάστοις τινὰ εἶχον αἰτίαν εὐπρεπῆ ἐπενεγκόντες κατεστρέψαντο.
因为他们打着对波斯人进行报复的旗号,成为了自愿归顺的伊奥尼亚人以及所有源自他们的盟友的领袖,随后便以擅离职守、互相攻伐等为名,或者对各邦强加他们所能找到的体面借口,将他们一一征服。
§6.76.4καὶ οὐ περὶ τῆς ἐλευθερίας ἄρα οὔτε οὗτοι τῶν Ἑλλήνων οὔθ’ οἱ Ἕλληνες τῆς ἑαυτῶν τῷ Μήδῳ ἀντέστησαν, περὶ δὲ οἱ μὲν σφίσιν ἀλλὰ μὴ ἐκείνῳ καταδουλώσεως, οἱ δ’ ἐπὶ δεσπότου μεταβολῇ οὐκ ἀξυνετωτέρου, κακοξυνετωτέρου δέ.
因此,无论这些人是为了希腊人的自由,还是希腊人为了自身的自由,都不是为了自由而抵抗波斯人;前者的抵抗是为了将众人奴役于自己而非那个波斯人,后者的抵抗则是为了换一个主人,而这个新主人并非不聪明,而是更加阴险狡诈。 ”