Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §6.77.1-6.77.2

对未能团结的责备与逐个击破的警告

第 693 段,共 917 段 · 希腊语

内容简介

赫莫克拉底指责西西里希腊人在明知雅典诡计的情况下仍不愿团结,并警告他们有被逐个击破的危险。

§6.77.1‘ἀλλ’ οὐ γὰρ δὴ τὴν τῶν Ἀθηναίων εὐκατηγόρητον οὖσαν πόλιν νῦν ἥκομεν ἀποφανοῦντες ἐν εἰδόσιν ὅσα ἀδικεῖ, πολὺ δὲ μᾶλλον ἡμᾶς αὐτοὺς αἰτιασόμενοι ὅτι ἔχοντες παραδείγματα τῶν τ’ ἐκεῖ Ἑλλήνων ὡς ἐδουλώθησαν οὐκ ἀμύνοντες σφίσιν αὐτοῖς, καὶ νῦν ἐφ’ ἡμᾶς ταὐτὰ παρόντα σοφίσματα, Λεοντίνων τε ξυγγενῶν κατοικίσεις καὶ Ἐγεσταίων ξυμμάχων ἐπικουρίας, οὐ ξυστραφέντες βουλόμεθα προθυμότερον δεῖξαι αὐτοῖς ὅτι οὐκ Ἴωνες τάδε εἰσὶν οὐδ’ Ἑλλησπόντιοι καὶ νησιῶται, οἳ δεσπότην ἢ Μῆδον ἢ ἕνα γέ τινα αἰεὶ μεταβάλλοντες δουλοῦνται, ἀλλὰ Δωριῆς ἐλεύθεροι ἀπ’ αὐτονόμου τῆς Πελοποννήσου τὴν Σικελίαν οἰκοῦντες.
“因为我们今天来到这里,并不是要在已经深知其恶行的人面前,去揭露雅典这个极易被控诉的城邦犯下了多少罪行;相反,我们更是为了指责我们自己:因为,我们既有那里的希腊人因不自卫而如何被奴役的前车之鉴,如今又亲身体会到针对我们的同样诡计——即重建亲族莱翁蒂尼和援助盟友埃格斯塔,却仍不愿团结起来,更加积极地向他们证明,这里的人既不是伊奥尼亚人,也不是赫勒斯滂人和岛国人(他们总是不断更换主人,不管是波斯人还是任何一个别的主人,从而甘愿受奴役),而是来自自主独立的伯罗奔尼撒、居住在西西里的自由的多利斯人。
§6.77.2ἢ μένομεν ἕως ἂν ἕκαστοι κατὰ πόλεις ληφθῶμεν, εἰδότες ὅτι ταύτῃ μόνον ἁλωτοί ἐσμεν καὶ ὁρῶντες αὐτοὺς ἐπὶ τοῦτο τὸ εἶδος τρεπομένους ὥστε τοὺς μὲν λόγοις ἡμῶν διιστάναι, τοὺς δὲ ξυμμάχων ἐλπίδι ἐκπολεμοῦν πρὸς ἀλλήλους, τοῖς δὲ ὡς ἑκάστοις τι προσηνὲς λέγοντες δύνανται κακουργεῖν;
难道我们要等待各城邦被一一击破吗? 明明知道我们只有通过这种方式才会被征服,并且眼睁睁看着他们正在诉诸这种手段——通过言辞使我们中的一些人产生分歧,通过盟友的希望使另一些人互相开战,并通过向其他人说一些顺耳的话来施加危害?
καὶ οἰόμεθα τοῦ ἄπωθεν ξυνοίκου προαπολλυμένου οὐ καὶ ἐς αὐτόν τινα ἥξειν τὸ δεινόν, πρὸ δὲ αὐτοῦ μᾶλλον τὸν πάσχοντα καθ’ ἑαυτὸν δυστυχεῖν;
难道我们以为,当远处的邻人先被毁灭时,灾难不会也降临到自己身上,而是在灾难降临到自己之前,那个受害者只会独自遭受不幸吗? ”

词汇与语法注释

  1. §6.77.1τῶν τ’ ἐκεῖ Ἑλλήνων ὡς ἐδουλώθησαν — 典型的先期置定(prolepsis)构文。本应作为从句 `ὡς ἐδουλώθησαν` 主语的 `οἱ ἐ集 Ἕλληνες`,被提早作为修饰主句中 `παραδείγματα` 的属格形式 `τῶν τ’ ἐκεῖ Ἑλλήνων`。意为“关于那里的希腊人如何被奴役的先例”。
  2. §6.77.1παρόντα σοφίσματα — 分词短语。作为 `ἔχοντες` 的第二个直接宾语,通过 `καί` 与 `παραδείγματα` 并列。分词 `παρόντα` 是与 `σοφίσματα` 一致的宾格复数中性,表示“(在面前)面对着如今针对我们的同样欺骗性诡计”。
  3. §6.77.2πρὸ δὲ αὐτοῦ μᾶλλον τὸν πάσχοντα καθ’ ἑαυτὸν δυστυχεῖν — 由 `οἰόμεθα` 支配的宾格不定式(A.C.I.)结构的一部分。代词 `αὐτοῦ` 为中性属格,受介词 `πρό`(在……之前)支配,指代前文的 `τὸ δεινόν`(灾难/危险)。表达了一种反问逻辑:“(难道我们以为)在灾难(降临到自己身上)之前,受害者反而只是独自遭受不幸吗?”

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §6.77.1-6.77.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:6.77.1-6.77.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。