§6.75.1ἐτείχιζον δὲ καὶ οἱ Συρακόσιοι ἐν τῷ χειμῶνι πρός τε τῇ πόλει, τὸν Τεμενίτην ἐντὸς ποιησάμενοι, τεῖχος παρὰ πᾶν τὸ πρὸς τὰς Ἐπιπολὰς ὁρῶν, ὅπως μὴ δι’ ἐλάσσονος εὐαποτείχιστοι ὦσιν, ἢν ἄρα σφάλλωνται, καὶ τὰ Μέγαρα φρούριον, καὶ ἐν τῷ Ὀλυμπιείῳ ἄλλο· καὶ τὴν θάλασσαν προυσταύρωσαν πανταχῇ ᾗ ἀποβάσεις ἦσαν.
在这个冬季,叙拉古人也在城市附近修筑了城墙,将泰梅尼特斯纳入门内,沿着面向埃皮波莱的整个方向延伸,以便在他们万一战败时,不至于在更窄的范围内轻易被敌军围困。 他们还将麦加拉建为要塞,并在奥林匹亚神殿建造了另一个堡垒;并在所有可以登陆的海滩处,都在海里打下了防护木桩。
§6.75.2καὶ τοὺς Ἀθηναίους εἰδότες ἐν τῇ Νάξῳ χειμάζοντας ἐστράτευσαν πανδημεὶ ἐπὶ τὴν Κατάνην, καὶ τῆς τε γῆς αὐτῶν ἔτεμον καὶ τὰς τῶν Ἀθηναίων σκηνὰς καὶ τὸ στρατόπεδον ἐμπρήσαντες ἀνεχώρησαν ἐπ’ οἴκου.
他们得知雅典人在纳克索斯过冬,便倾全城之兵向卡塔奈发起远征,蹂躏了他们的部分土地,并烧毁了雅典人的天幕和营地,随后撤回本国。
§6.75.3καὶ πυνθανόμενοι τοὺς Ἀθηναίους ἐς τὴν Καμάριναν κατὰ τὴν ἐπὶ Λάχητος γενομένην ξυμμαχίαν πρεσβεύεσθαι, εἴ πως προσαγάγοιντο αὐτούς, ἀντεπρεσβεύοντο καὶ αὐτοί·
此时,他们获悉雅典人正根据拉凯斯时代缔结的盟约,向卡马里纳派遣使节,企图设法争取他们,于是叙拉古人自己也派出了对抗性的使节。
ἦσαν γὰρ ὕποπτοι αὐτοῖς οἱ Καμαριναῖοι μὴ προθύμως σφίσι μήτ’ ἐπὶ τὴν πρώτην μάχην πέμψαι ἃ ἔπεμψαν, ἔς τε τὸ λοιπὸν μὴ οὐκέτι βούλωνται ἀμύνειν, ὁρῶντες τοὺς Ἀθηναίους ἐν τῇ μάχῃ εὖ πράξαντας, προσχωρῶσι δ’ αὐτοῖς κατὰ τὴν προτέραν φιλίαν πεισθέντες.
因为他们对卡马里纳人深怀疑虑,担心对方在第一次战斗中就没有热心地派遣他们所派出的支援,而且今后眼看着雅典人在战斗中得势,可能不再愿意协助防守,反而会因过去的友好关系而倒向雅典人。
§6.75.4ἀφικομένων οὖν ἐκ μὲν Συρακουσῶν Ἑρμοκράτους καὶ ἄλλων ἐς τὴν Καμάριναν, ἀπὸ δὲ τῶν Ἀθηναίων Εὐφήμου μεθ’ ἑτέρων, ὁ Ἑρμοκράτης ξυλλόγου γενομένου τῶν Καμαριναίων βουλόμενος προδιαβάλλειν τοὺς Ἀθηναίους ἔλεγε τοιάδε.
于是,当叙拉古的赫莫克拉底等人,以及雅典的尤菲穆斯等人抵达卡马里纳后,在召集的卡马里纳人大会上,赫莫克拉底由于希望预先诋毁雅典人,便发表了如下演说。