§6.8.1τοῦ δ’ ἐπιγιγνομένου θέρους ἅμα ἦρι οἱ τῶν Ἀθηναίων πρέσβεις ἧκον ἐκ τῆς Σικελίας καὶ οἱ Ἐγεσταῖοι μετ’ αὐτῶν ἄγοντες ἑξήκοντα τάλαντα ἀσήμου ἀργυρίου ὡς ἐς ἑξήκοντα ναῦς μηνὸς μισθόν, ἃς ἔμελλον δεήσεσθαι πέμπειν.
翌年夏天伊始,春季来临之际,雅典人的使者从西西里返回,与他们同行的还有埃格斯塔人,他们带来了六十塔兰特未铸造的银子,作为他们准备请求派遣的六十艘船只的一个月军饷。
§6.8.2καὶ οἱ Ἀθηναῖοι ἐκκλησίαν ποιήσαντες καὶ ἀκούσαντες τῶν τε Ἐγεσταίων καὶ τῶν σφετέρων πρέσβεων τά τε ἄλλα ἐπαγωγὰ καὶ οὐκ ἀληθῆ καὶ περὶ τῶν χρημάτων ὡς εἴη ἑτοῖμα ἔν τε τοῖς ἱεροῖς πολλὰ καὶ ἐν τῷ κοινῷ, ἐψηφίσαντο ναῦς ἑξήκοντα πέμπειν ἐς Σικελίαν καὶ στρατηγοὺς αὐτοκράτορας Ἀλκιβιάδην τε τὸν Κλεινίου καὶ Νικίαν τὸν Νικηράτου καὶ Λάμαχον τὸν Ξενοφάνους, βοηθοὺς μὲν Ἐγεσταίοις πρὸς Σελινουντίους, ξυγκατοικίσαι δὲ καὶ Λεοντίνους, ἤν τι περιγίγνηται αὐτοῖς τοῦ πολέμου, καὶ τἆλλα τὰ ἐν τῇ Σικελίᾳ πρᾶξαι ὅπῃ ἂν γιγνώσκωσιν ἄριστα Ἀθηναίοις.
雅典人召开公民大会,听取了埃格斯塔人和他们自己的使者所作的那些虽具诱惑力但并不真实的报告,特别是关于资金的报告,声称神殿和公共金库中已准备好了大量资金,于是决定派遣六十艘船只前往西西里,并任命克莱尼亚之子阿尔西比亚德斯、尼克拉图斯之子尼西阿斯以及克塞诺芬尼之子拉马科斯为全权将军,其任务是援助埃格斯塔人对抗塞利努斯人,且如果战争中他们还有余力,则共同重建莱翁蒂尼,并以他们认为对雅典最有利的方式处理西西里的其他一切事务。
§6.8.3μετὰ δὲ τοῦτο ἡμέρᾳ πέμπτῃ ἐκκλησία αὖθις ἐγίγνετο, καθ’ ὅτι χρὴ τὴν παρασκευὴν ταῖς ναυσὶ τάχιστα γίγνεσθαι, καὶ τοῖς στρατηγοῖς, εἴ του προσδέοιντο, ψηφισθῆναι ἐς τὸν ἔκπλουν.
此后第五天,再次召开了公民大会,商讨如何最迅速地做好船只的准备工作,并为将领们投票决定他们起航所需要补充的任何物资。
§6.8.4καὶ ὁ Νικίας ἀκούσιος μὲν ᾑρημένος ἄρχειν, νομίζων δὲ τὴν πόλιν οὐκ ὀρθῶς βεβουλεῦσθαι, ἀλλὰ προφάσει βραχείᾳ καὶ εὐπρεπεῖ τῆς Σικελίας ἁπάσης, μεγάλου ἔργου, ἐφίεσθαι, παρελθὼν ἀποτρέψαι ἐβούλετο, καὶ παρῄνει τοῖς Ἀθηναίοις τοιάδε.
而尼西阿斯虽然违背本意当选为指挥官,但他认为城邦没有做出正确的决定,而是以一个微不足道且冠冕堂皇的借口,企图吞并整个西西里——这是一件极其重大的事业。 于是他挺身而出,希望能劝阻他们,并向雅典人提出了如下忠告。