Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §6.6.1-6.6.3

埃格斯塔求援与雅典决定派遣使者

第 622 段,共 917 段 · 希腊语

内容简介

描述了雅典人企图远征西西里,其真实意图是统治全岛,而表面上则是援助同盟国;埃格斯塔使者因与塞利努斯及叙拉古的冲突而极力请求援助并承诺提供资金,促使雅典通过决议派遣使者调查实际情况及资金状况。

§6.6.1τοσαῦτα ἔθνη Ἑλλήνων καὶ βαρβάρων Σικελίαν ᾤκει,καὶ ἐπὶ τοσήνδε οὖσαν αὐτὴν οἱ Ἀθηναῖοι στρατεύειν ὥρμηντο, ἐφιέμενοι μὲν τῇ ἀληθεστάτῃ προφάσει τῆς πάσης ἄρξαι, βοηθεῖν δὲ ἅμα εὐπρεπῶς βουλόμενοι τοῖς ἑαυτῶν ξυγγενέσι καὶ τοῖς προσγεγενημένοις ξυμμάχοις.
如此多的希腊人和蛮族部落居住在西西里,而对于这样一个大国,雅典人正急于发动远征,他们的真实意图固然是渴望统治全岛,但同时又希望冠冕堂皇地援助他们自己的同族以及新近加入的盟友。
§6.6.2μάλιστα δ’ αὐτοὺς ἐξώρμησαν Ἐγεσταίων [τε] πρέσβεις παρόντες καὶ προθυμότερον ἐπικαλούμενοι.
而最能驱使他们的是在场的埃格斯塔人使者,他们更加热切地发出呼吁。
ὅμοροι γὰρ ὄντες τοῖς Σελινουντίοις ἐς πόλεμον καθέστασαν περί τε γαμικῶν τινῶν καὶ περὶ γῆς ἀμφισβητήτου, καὶ οἱ Σελινούντιοι Συρακοσίους ἐπαγόμενοι ξυμμάχους κατεῖργον αὐτοὺς τῷ πολέμῳ καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν· ὥστε τὴν γενομένην ἐπὶ Λάχητος καὶ τοῦ προτέρου πολέμου Λεοντίνων οἱ Ἐγεσταῖοι ξυμμαχίαν ἀναμιμνῄσκοντες τοὺς Ἀθηναίους ἐδέοντο σφίσι ναῦς πέμψαντας ἐπαμῦναι, λέγοντες ἄλλα τε πολλὰ καὶ κεφάλαιον, εἰ Συρακόσιοι Λεοντίνους τε ἀναστήσαντες ἀτιμώρητοι γενήσονται καὶ τοὺς λοιποὺς ἔτι ξυμμάχους αὐτῶν διαφθείροντες αὐτοὶ τὴν ἅπασαν δύναμιν τῆς Σικελίας σχήσουσι, κίνδυνον εἶναι μή ποτε μεγάλῃ παρασκευῇ Δωριῆς τε Δωριεῦσι κατὰ τὸ ξυγγενὲς καὶ ἅμα ἄποικοι τοῖς ἐκπέμψασι Πελοποννησίοις βοηθήσαντες καὶ τὴν ἐκείνων δύναμιν ξυγκαθέλωσιν· σῶφρον δ’ εἶναι μετὰ τῶν ὑπολοίπων ἔτι ξυμμάχων ἀντέχειν τοῖς Συρακοσίοις, ἄλλως τε καὶ χρήματα σφῶν παρεξόντων ἐς τὸν πόλεμον ἱκανά.
因为埃格斯塔人与塞利努斯人相邻,双方因某些婚姻问题及争议土地而陷入战争,而塞利努斯人拉拢叙拉古人作为盟友,在陆路和海路上都通过战争压迫他们;因此,埃格斯塔人让雅典人想起在拉凯斯时代及以前的莱翁蒂尼人战争期间结成的联盟,请求雅典人派遣船只援助他们,他们除了说很多别的话之外,最主要的一点是说,如果叙拉古人驱逐了莱翁蒂尼人而不受惩罚,并且继续消灭他们剩余的盟友,从而由自己掌握整个西西里的势力,那么就有危险,终有一天他们会以强大的装备,作为多利亚人基于同族关系援助多利亚人,同时作为殖民者援助派遣他们的伯罗奔尼撒人,从而共同推翻雅典人的势力;而明智的做法是与剩余的盟友一起抵抗叙拉古人,尤其是因为他们自己将为战争提供充足的资金。
§6.6.3ὧν ἀκούοντες οἱ Ἀθηναῖοι ἐν ταῖς ἐκκλησίαις τῶν τε Ἐγεσταίων πολλάκις λεγόντων καὶ τῶν ξυναγορευόντων αὐτοῖς ἐψηφίσαντο πρέσβεις πέμψαι πρῶτον ἐς τὴν Ἔγεσταν περί τε τῶν χρημάτων σκεψομένους εἰ ὑπάρχει, ὥσπερ φασίν, ἐν τῷ κοινῷ καὶ ἐν τοῖς ἱεροῖς, καὶ τὰ τοῦ πολέμου ἅμα πρὸς τοὺς Σελινουντίους ἐν ὅτῳ ἐστὶν εἰσομένους.
雅典人在公民大会上听到埃格斯塔人多次陈述以及那些支持他们的人的赞同发言,便决定首先向埃格斯塔派遣使者,一方面调查资金是否如他们所说存在于公库和神殿中,另一方面也去了解与塞利努斯人的战争处于何种状态。

词汇与语法注释

  1. §6.6.1τῇ ἀληθεστάτῃ προφάσει — 字面意思是“最真实的口实”,但在此处意指“真实的意图”或“本音”,与后文“希望冠冕堂皇地(εὐπρεπῶς)援助”这一表面上的大义名分(客套话)形成对比。
  2. §6.6.2κίνδυνον εἶναι — 这是由主动词分词 λέγοντες(说着……)引导的间接引语中的不定式。其后接带有所虑虚拟式(ξυγκαθέλωσιν)的 μή 引导的从句,整体构成“(说着)存在……的危险”的结构。
  3. §6.6.3σκεψομένους — 这是一个将来分词,为宾格复数形式,与 πρέσβεις(使者们)一致,表示目的(“为了调查”)。它与后文同样表示目的的将来分词 εἰσομένους 一起,说明了派遣使者的意图。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §6.6.1-6.6.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:6.6.1-6.6.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。