Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §6.61.1-6.61.7

阿尔西比亚德斯被召回与逃亡

第 677 段,共 917 段 · 希腊语

内容简介

雅典人对阿尔西比亚德斯的猜疑日益加剧,甚至将拉刻代蒙军队的动向和阿耳戈斯的局势也归咎于他的阴谋,因而派遣“萨拉米尼亚”号召其回国受审。阿尔西比亚德斯在回国途中于图里伊逃脱并流亡伯罗奔尼撒,雅典人随后在缺席审判中判处其死刑。

§6.61.1περὶ δὲ τοῦ Ἀλκιβιάδου ἐναγόντων τῶν ἐχθρῶν, οἵπερ καὶ πρὶν ἐκπλεῖν αὐτὸν ἐπέθεντο, χαλεπῶς οἱ Ἀθηναῖοι ἐλάμβανον·
关于阿尔西比亚德斯,由于他的政敌们(甚至在他启航前就曾攻击过他)不断怂恿,雅典人对此事态度十分严厉。
καὶ ἐπειδὴ τὸ τῶν Ἑρμῶν ᾤοντο σαφὲς ἔχειν, πολὺ δὴ μᾶλλον καὶ τὰ μυστικά, ὧν ἐπαίτιος ἦν, μετὰ τοῦ αὐτοῦ λόγου καὶ τῆς ξυνωμοσίας ἐπὶ τῷ δήμῳ ἀπ’ ἐκείνου ἐδόκει πραχθῆναι.
当他们自认为已经查明了赫尔墨斯神像案的真相时,便更加坚信,他被指控参与的神秘仪式案也是在他指使下、出于同样的意图并针对民主政体的阴谋而进行的。
§6.61.2καὶ γάρ τις καὶ στρατιὰ Λακεδαιμονίων οὐ πολλὴ ἔτυχε κατὰ τὸν καιρὸν τοῦτον ἐν ᾧ περὶ ταῦτα ἐθορυβοῦντο μέχρι Ἰσθμοῦ παρελθοῦσα, πρὸς Βοιωτούς τι πράσσοντες.
因为恰巧就在他们为此事骚动不安的时候,一支人数不多的拉刻代蒙军队到达了地峡,名义上是与波奥提亚人进行某种交涉。
ἐδόκει οὖν ἐκείνου πράξαντος καὶ οὐ Βοιωτῶν ἕνεκα ἀπὸ ξυνθήματος ἥκειν, καὶ εἰ μὴ ἔφθασαν δὴ αὐτοὶ κατὰ τὸ μήνυμα ξυλλαβόντες τοὺς ἄνδρας, προδοθῆναι ἂν ἡ πόλις.
因此,人们认为这支军队是根据与阿尔西比亚德斯的约定而来的,并非为了波奥提亚人,而且如果雅典人没有根据告密抢先逮捕那些人,城邦就会被出卖。
καί τινα μίαν νύκτα καὶ κατέδαρθον ἐν Θησείῳ τῷ ἐν πόλει ἐν ὅπλοις.
甚至在某一个夜晚,他们还在城内的忒修斯神庙里武装戒备过夜。
§6.61.3οἵ τε ξένοι τοῦ Ἀλκιβιάδου οἱ ἐν Ἄργει κατὰ τὸν αὐτὸν χρόνον ὑπωπτεύθησαν τῷ δήμῳ ἐπιτίθεσθαι, καὶ τοὺς ὁμήρους τῶν Ἀργείων τοὺς ἐν ταῖς νήσοις κειμένους οἱ Ἀθηναῖοι τότε παρέδοσαν τῷ Ἀργείων δήμῳ διὰ ταῦτα διαχρήσασθαι.
此外,阿尔西比亚德斯在阿耳戈斯的客卿们在同一时期也被怀疑企图袭击民主派,雅典人因此将留在岛屿上的阿耳戈斯人质交给了阿耳戈斯人民去处死。
§6.61.4πανταχόθεν τε περιειστήκει ὑποψία ἐς τὸν Ἀλκιβιάδην.
猜疑从四面八方向阿尔西比亚德斯袭来。
ὥστε βουλόμενοι αὐτὸν ἐς κρίσιν ἀγαγόντες ἀποκτεῖναι, πέμπουσιν οὕτω τὴν Σαλαμινίαν ναῦν ἐς τὴν Σικελίαν ἐπί τε ἐκεῖνον καὶ ὧν πέρι ἄλλων ἐμεμήνυτο.
因此,雅典人希望将他带回审判并处死,于是派遣“萨拉米尼亚”号快船前往西西里,去召回他以及其他被告密的人。
§6.61.5εἴρητο δὲ προειπεῖν αὐτῷ ἀπολογησομένῳ ἀκολουθεῖν, ξυλλαμβάνειν δὲ μή, θεραπεύοντες τό τε πρὸς τοὺς ἐν τῇ Σικελίᾳ στρατιώτας τε σφετέρους καὶ πολεμίους μὴ θορυβεῖν καὶ οὐχ ἥκιστα τοὺς Μαντινέας καὶ Ἀργείους βουλόμενοι παραμεῖναι, δι’ ἐκείνου νομίζοντες πεισθῆναι σφίσι ξυστρατεύειν.
但使者被嘱咐只需传达命令,让他跟随回去辩护,而不得逮捕他,因为他们小心翼翼地避免在西西里的本国士兵和敌人中引起骚乱,并且特别希望曼提内亚人和阿耳戈斯人继续留下来,因为雅典人认为他们是在阿尔西比亚德斯说服下才同意共同参战的。
§6.61.6καὶ ὁ μὲν ἔχων τὴν ἑαυτοῦ ναῦν καὶ οἱ ξυνδιαβεβλημένοι ἀπέπλεον μετὰ τῆς Σαλαμινίας ἐκ τῆς Σικελίας ὡς ἐς τὰς Ἀθήνας·
于是,阿尔西比亚德斯乘坐自己的船,与共同受到指控的人一起,跟随“萨拉米尼亚”号从西西里启航返回雅典。
καὶ ἐπειδὴ ἐγένοντο ἐν Θουρίοις, οὐκέτι ξυνείποντο, ἀλλ’ ἀπελθόντες ἀπὸ τῆς νεὼς οὐ φανεροὶ ἦσαν, δείσαντες τὸ ἐπὶ διαβολῇ ἐς δίκην καταπλεῦσαι.
但当他们到达图里伊时,就不再跟随了,而是离开船只隐匿起来,因为他们害怕在偏见中回国接受审判。
§6.61.7οἱ δ’ ἐκ τῆς Σαλαμινίας τέως μὲν ἐζήτουν τὸν Ἀλκιβιάδην καὶ τοὺς μετ’ αὐτοῦ· ὡς δ᾽ οὐδαμοῦ φανεροὶ ἦσαν, ᾤχοντο ἀποπλέοντες.
“萨拉米尼亚”号上的人寻找了阿尔西比亚德斯及其随行人员一段时间,但见他们毫无踪影,便启航返回。
ὁ δὲ Ἀλκιβιάδης ἤδη φυγὰς ὢν οὐ πολὺ ὕστερον ἐπὶ πλοίου ἐπεραιώθη ἐς Πελοπόννησον ἐκ τῆς Θουρίας·
阿尔西比亚德斯此时已成为流亡者,不久后乘船从图里亚渡海前往伯罗奔尼撒。
οἱ δ’ Ἀθηναῖοι ἐρήμῃ δίκῃ θάνατον κατέγνωσαν αὐτοῦ τε καὶ τῶν μετ’ ἐκείνου.
雅典人则在缺席审判中判处他及随行人员死刑。

词汇与语法注释

  1. §6.61.1ἐναγόντων τῶν ἐχθρῶν — 属格独立结构,表示原因,其主语与主句主语(οἱ Ἀθηναῖοι)不同。关系从句 οἵπερ... ἐπέθεντο 修饰 ἐχθρῶν。
  2. §6.61.2εἰ μὴ ἔφθασαν δὴ αὐτοὶ κατὰ τὸ μήνυμα ξυλλαβόντες τοὺς ἄνδρας, προδοθῆναι ἂν ἡ πόλις — 在表示想法的主动词 ἐδόκει 支配下的间接引语中,过去虚拟条件句的表达形式。条件从句使用直说语气过去时(ἔφθασαν),主句使用不定式加 ἄν(προδοθῆναι ἂν),若恢复为独立句则为 προὐδόθη ἄν。此外,φθάνω 连用分词(ξυλλαβόντες)构成了“抢先/抢在……之前做某事”的惯用表达。
  3. §6.61.3διαχρήσασθαι — 表示目的的不定式,用以补充说明雅典人将人质交给阿耳戈斯人民的目的(即让他们处死这些人质)。
  4. §6.61.5εἴρητο δὲ προειπεῖν αὐτῷ ἀπολογησομένῳ ἀκολουθεῖν — 无人称被动语态 εἴρητο(“已被命令”)后接充当主语的不定式 προειπεῖν。αὐτῷ 是 προειπεῖν 的间接宾语(“向他,即阿尔西比亚德斯传达”),随后的小不定式 ἀκολουθεῖν(“跟随”)表示传达的具体内容。将来分词 ἀπολογησομένῳ 与 αὐτῷ 一致,表示目的(“为了辩护”)。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §6.61.1-6.61.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:6.61.1-6.61.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。