Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §6.60.1-6.60.5

嫌疑犯的供述与赫尔墨斯神像案的处置

第 676 段,共 917 段 · 希腊语

内容简介

在雅典民众猜疑加剧、逮捕人数不断的背景下,一名主要嫌疑人在同牢者的劝说下交代了毁坏神像的“真相”,民众随即进行了处决和释放,城邦暂时恢复了平静。

§6.60.1ὧν ἐνθυμούμενος ὁ δῆμος ὁ τῶν Ἀθηναίων, καὶ μιμνῃσκόμενος ὅσα ἀκοῇ περὶ αὐτῶν ἠπίστατο, χαλεπὸς ἦν τότε καὶ ὑπόπτης ἐς τοὺς περὶ τῶν μυστικῶν τὴν αἰτίαν λαβόντας, καὶ πάντα αὐτοῖς ἐδόκει ἐπὶ ξυνωμοσίᾳ ὀλιγαρχικῇ καὶ τυραννικῇ πεπρᾶχθαι.
雅典人联想到这些事情,并回想起他们凭传闻所了解到的关于僭主们的种种情形,当时对那些因神秘仪式而受到指控的人变得非常严厉且心存猜忌,而且在他们看来,一切事情都是为了建立寡头政治和僭主统治的阴谋而为。
§6.60.2καὶ ὡς αὐτῶν διὰ τὸ τοιοῦτον ὀργιζομένων πολλοί τε καὶ ἀξιόλογοι ἄνθρωποι ἤδη ἐν τῷ δεσμωτηρίῳ ἦσαν καὶ οὐκ ἐν παύλῃ ἐφαίνετο, ἀλλὰ καθ’ ἡμέραν ἐπεδίδοσαν μᾶλλον ἐς τὸ ἀγριώτερόν τε καὶ πλείους ἔτι ξυλλαμβάνειν, ἐνταῦθα ἀναπείθεται εἷς τῶν δεδεμένων, ὅσπερ ἐδόκει αἰτιώτατος εἶναι, ὑπὸ τῶν ξυνδεσμωτῶν τινὸς εἴτε ἄρα καὶ τὰ ὄντα μηνῦσαι εἴτε καὶ οὔ· ἐπ’ ἀμφότερα γὰρ εἰκάζεται, τὸ δὲ σαφὲς οὐδεὶς οὔτε τότε οὔτε ὕστερον ἔχει εἰπεῖν περὶ τῶν δρασάντων τὸ ἔργον. §6.60.3λέγων δὲ ἔπεισεν αὐτὸν ὡς χρή, εἰ μὴ καὶ δέδρακεν, αὑτόν τε ἄδειαν ποιησάμενον σῶσαι καὶ τὴν πόλιν τῆς παρούσης ὑποψίας παῦσαι· βεβαιοτέραν γὰρ αὐτῷ σωτηρίαν εἶναι ὁμολογήσαντι μετ’ ἀδείας ἢ ἀρνηθέντι διὰ δίκης ἐλθεῖν.
由于他们因这种缘故而愤怒,许多体面的人已经身陷囹圄,且事态毫无平息的迹象,反而日复一日地变得更加残酷,逮捕了更多的人,此时,被囚禁者中一个似乎是最主要的嫌疑人,受到他的一位同牢者的劝说,无论是为了揭露真相还是并非如此——因为两种情况都有推测,而关于谁是这起事件的真正策划者,当时和后来都没有人能说得清楚—— 那人说服了他,指出即使他并没有做这事,也应当通过争取免责来拯救自己,并使城邦免于当下的猜疑;因为在获得免责的情况下坦白,比起否认罪行并接受审判,对我而言是更为可靠的安全之道。
§6.60.4καὶ ὁ μὲν αὐτός τε καθ’ ἑαυτοῦ καὶ κατ’ ἄλλων μηνύει τὸ τῶν Ἑρμῶν·
于是他便自白,既指控了自己,也指控了他人有关赫尔墨斯神像的事情。
ὁ δὲ δῆμος ὁ τῶν Ἀθηναίων ἄσμενος λαβών, ὡς ᾤετο, τὸ σαφὲς καὶ δεινὸν ποιούμενοι πρότερον εἰ τοὺς ἐπιβουλεύοντας σφῶν τῷ πλήθει μὴ εἴσονται, τὸν μὲν μηνυτὴν εὐθὺς καὶ τοὺς ἄλλους μετ᾽ αὐτοῦ ὅσων μὴ κατηγορήκει ἔλυσαν, τοὺς δὲ καταιτιαθέντας κρίσεις ποιήσαντες τοὺς μὲν ἀπέκτειναν, ὅσοι ξυνελήφθησαν, τῶν δὲ διαφυγόντων θάνατον καταγνόντες ἐπανεῖπον ἀργύριον τῷ ἀποκτείναντι.
雅典人欣然接受了他们认为是真相的事实,他们此前一直认为,如果不能查明那些密谋反对他们民主政体的人,那是不可容忍的,因此他们立即释放了告密者以及与他一同被囚但未被指控的其他人;而对遭到指控的人进行了审判,将已被捕者处死,对逃亡者判处死刑,并悬赏杀死他们的人。
§6.60.5κἀν τούτῳ οἱ μὲν παθόντες ἄδηλον ἦν εἰ ἀδίκως ἐτετιμώρηντο, ἡ μέντοι ἄλλη πόλις ἐν τῷ παρόντι περιφανῶς ὠφέλητο.
在此过程中,虽然受害者是否被冤枉处治尚不明确,然而城邦的其他部分在当时显然得到了明显的好处。

词汇与语法注释

  1. §6.60.1ὧν — 中性复数属格关系代词,指代前一章(第59章)中详述的哈尔摩狄乌斯和阿里斯托革同的阴谋、希皮亚斯的恐怖统治及其被驱逐等一整套历史背景。作为分词 ἐνθυμούμενος(考虑,想起)的属格宾语。
  2. §6.60.2ὡς αὐτῶν διὰ τὸ τοιοῦτον ὀργιζομένων — 带有 ὡς 的属格绝对结构(独立分词句)。代词 αὐτῶν(即雅典民众)是分词 ὀργιζομένων 的逻辑主语,ὡς 用以引出民众感到愤怒这一主观原因或对当时局势的看法。
  3. §6.60.2οὐκ ἐν παύλῃ ἐφαίνετο — 动词 ἐφαίνετο 在此处作非人称使用,与 ἐν παύλῃ(字面意为“处于中止/终结之中”)连用,表示事态没有显现出任何平息或结束的迹象。
  4. §6.60.3εἰ μὴ καὶ δέδρακεν — 条件句中 εἰ 接直陈式现在完成时。带有让步意味,“即使他实际上没有做过这事”,体现了说服者在考虑到对方可能是清白的情况下所采用的逻辑。
  5. §6.60.3ὁμολογήσαντι ... ἢ ἀρνηθέντι — 与格分词。在由不定式 εἶναι 引导的间接引语中,这两个分词与代词 αὐτῷ(对被说服者而言)保持一致,用以对比“在免责下坦白者”和“予以否认并接受审判者”这两种选择。
  6. §6.60.4δεινὸν ποιούμενοι πρότερον εἰ ... μὴ εἴσονται — 主格复数分词 ποιούμενοι 与单数集合名词 ὁ δῆμος 构成意义上的配合(ad sensum)。由情感动词引出的 εἰ 从句在此并非表示间接疑问,而是指代担忧的具体事实(“对于……这一事实”),即“他们将无法得知密谋者的身份”。εἴσονται 是 οἶδα 的将来时。
  7. §6.60.5οἱ μὲν παθόντες ἄδηλον ἦν εἰ — 以主格形式置于句首的 οἱ παθόντες(受害者/受处治者)在逻辑上作为后续 ἄδηλον ἦν εἰ 从句的主语(提前起用或悬空主格)。句子构造为:“关于那些受处治的人,他们是否被冤枉受罚是不明确的”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §6.60.1-6.60.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:6.60.1-6.60.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。