Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §6.62.1-6.62.5

雅典军西西里北岸进军与攻占许卡拉

第 678 段,共 917 段 · 希腊语

内容简介

阿尔西比亚德斯离开后,余下的雅典将军将军队一分为二,向塞利努斯和埃格斯塔进军,中途攻占许卡拉并通过变卖奴隶获取资金。此后,他们争取西库尔人的盟友支持,但在攻打希布拉·格莱亚提斯受挫后,远征的第一年夏天宣告结束。

§6.62.1μετὰ δὲ ταῦτα οἱ λοιποὶ τῶν Ἀθηναίων στρατηγοὶ ἐν τῇ Σικελίᾳ, δύο μέρη ποιήσαντες τοῦ στρατεύματος καὶ λαχὼν ἑκάτερος, ἔπλεον ξύμπαντι ἐπὶ Σελινοῦντος καὶ Ἐγέστης,βουλόμενοι μὲν εἰδέναι τὰ χρήματα εἰ δώσουσιν οἱ Ἐγεσταῖοι, κατασκέψασθαι δὲ καὶ τῶν Σελινουντίων τὰ πράγματα καὶ τὰ διάφορα μαθεῖν τὰ πρὸς Ἐγεσταίους.
此后,留在西西里的其余雅典将军将军队分成两部分,每人抽签分得一部分,然后率领全军向塞利努斯和埃格斯塔启航,一方面想知道埃格斯塔人是否会提供资金,另一方面也想侦察塞利努斯人的情况,并了解他们与埃格斯塔人之间的争端。
§6.62.2παραπλέοντες δ’ ἐν ἀριστερᾷ τὴν Σικελίαν, τὸ μέρος τὸ πρὸς τὸν Τυρσηνικὸν κόλπον, ἔσχον ἐς Ἱμέραν, ἥπερ μόνη ἐν τούτῳ τῷ μέρει τῆς Σικελίας Ἑλλὰς πόλις ἐστίν·
他们沿着西西里的左侧(即面向第勒尼安湾的一侧)航行,在希梅拉停泊,这是西西里这一地区唯一的希腊人城邦。
καὶ ὡς οὐκ ἐδέχοντο αὐτούς, παρεκομίζοντο.
由于希梅拉人不接纳他们,他们便继续沿海岸前进。
§6.62.3καὶ ἐν τῷ παράπλῳ αἱροῦσιν Ὕκκαρα, πόλισμα Σικανικὸν μέν, Ἐγεσταίοις δὲ πολέμιον· ἦν δὲ παραθαλασσίδιον.
在航行途中,他们攻占了许卡拉,这是一个西坎人的小城镇,与埃格斯塔人敌对,位于海岸边。
καὶ ἀνδραποδίσαντες τὴν πόλιν παρέδοσαν Ἐγεσταίοις (παρεγένοντο γὰρ αὐτῶν ἱππῆς), αὐτοὶ δὲ πάλιν τῷ μὲν πεζῷ ἐχώρουν διὰ τῶν Σικελῶν ἕως ἀφίκοντο ἐς Κατάνην, αἱ δὲ νῆες περιέπλευσαν τὰ ἀνδράποδα ἄγουσαι.
他们将居民卖为奴隶,并将该城镇交给了埃格斯塔人(因为后者的骑兵已经赶到)。 他们自己则率领步兵穿过西库尔人的领地,直到抵达卡塔奈,而船只则载着奴隶绕道航行。
§6.62.4Νικίας δὲ εὐθὺς ἐξ Ὑκκάρων ἐπὶ Ἐγέστης παραπλεύσας, καὶ τἆλλα χρηματίσας καὶ λαβὼν τάλαντα τριάκοντα παρῆν ἐς τὸ στράτευμα·
尼西阿斯直接从许卡拉乘船前往埃格斯塔,在处理完其他事务并获得三十塔兰托之后,回到了军队中。
καὶ τἀνδράποδα ἀπέδοσαν, καὶ ἐγένοντο ἐξ αὐτῶν εἴκοσι καὶ ἑκατὸν τάλαντα.
他们卖掉了奴隶,由此获得了百二十塔兰托。
§6.62.5καὶ ἐς τοὺς τῶν Σικελῶν ξυμμάχους περιέπλευσαν, στρατιὰν κελεύοντες πέμπειν· τῇ τε ἡμισείᾳ τῆς ἑαυτῶν ἦλθον ἐπὶ Ὕβλαν τὴν Γελεᾶτιν πολεμίαν οὖσαν, καὶ οὐχ εἷλον.
他们还乘船拜访了西库尔人中的同盟者,要求他们派遣军队;他们率领自己半数的军队去进攻敌对的希布拉·格莱亚提斯,但未能攻克。
καὶ τὸ θέρος ἐτελεύτα.
夏天结束了。

词汇与语法注释

  1. §6.62.1λαχὼν ἑκάτερος — 这是部分同格(或称阿尔克曼式构文)的一种用法,单数代词 ἑκάτερος 及其一致的单数分词 λαχών 与复数主语 οἱ λοιποὶ τῶν Ἀθηναίων στρατηγοὶ 并置,表示“他们中每个人各自抽签决定”自己所带领的部队。
  2. §6.62.1ἔπλεον ξύμπαντι — 与格 ξύμπαντι(中性单数)作为伴随或手段与格发挥作用,表示“率领全军”或“以全舰队航行”。
  3. §6.62.4ἀπέδοσαν — 动词 ἀποδίδωμι 的基本意思是“归还”或“交付”,此处在主动语态中用于表示“变卖”(即以一定的价格交付),这一含义在中间语态 ἀποδίδομαι 中更为常见。
  4. §6.62.5τῇ τε ἡμισείᾳ τῆς ἑαυτῶν — 阴性单数与格形容词 ἡμισείᾳ 后面省略了代表军队的名词(如 στρατιᾷ 或 δυνάμει)。随后的属格短语 τῆς ἑαυτῶν 同样采用阴性形式与之相符,意为“率领他们自己(军队)的半数”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §6.62.1-6.62.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:6.62.1-6.62.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。