§6.60.1ὧν ἐνθυμούμενος ὁ δῆμος ὁ τῶν Ἀθηναίων, καὶ μιμνῃσκόμενος ὅσα ἀκοῇ περὶ αὐτῶν ἠπίστατο, χαλεπὸς ἦν τότε καὶ ὑπόπτης ἐς τοὺς περὶ τῶν μυστικῶν τὴν αἰτίαν λαβόντας, καὶ πάντα αὐτοῖς ἐδόκει ἐπὶ ξυνωμοσίᾳ ὀλιγαρχικῇ καὶ τυραννικῇ πεπρᾶχθαι.
Reflecting on these things, the Athenian people, recalling all that they knew by hearsay about them, became at that time harsh and suspicious towards those who had received the blame regarding the mysteries, and it seemed to them that everything had been done for an oligarchic and tyrannical conspiracy.
§6.60.2καὶ ὡς αὐτῶν διὰ τὸ τοιοῦτον ὀργιζομένων πολλοί τε καὶ ἀξιόλογοι ἄνθρωποι ἤδη ἐν τῷ δεσμωτηρίῳ ἦσαν καὶ οὐκ ἐν παύλῃ ἐφαίνετο, ἀλλὰ καθ’ ἡμέραν ἐπεδίδοσαν μᾶλλον ἐς τὸ ἀγριώτερόν τε καὶ πλείους ἔτι ξυλλαμβάνειν, ἐνταῦθα ἀναπείθεται εἷς τῶν δεδεμένων, ὅσπερ ἐδόκει αἰτιώτατος εἶναι, ὑπὸ τῶν ξυνδεσμωτῶν τινὸς εἴτε ἄρα καὶ τὰ ὄντα μηνῦσαι εἴτε καὶ οὔ· ἐπ’ ἀμφότερα γὰρ εἰκάζεται, τὸ δὲ σαφὲς οὐδεὶς οὔτε τότε οὔτε ὕστερον ἔχει εἰπεῖν περὶ τῶν δρασάντων τὸ ἔργον. §6.60.3λέγων δὲ ἔπεισεν αὐτὸν ὡς χρή, εἰ μὴ καὶ δέδρακεν, αὑτόν τε ἄδειαν ποιησάμενον σῶσαι καὶ τὴν πόλιν τῆς παρούσης ὑποψίας παῦσαι· βεβαιοτέραν γὰρ αὐτῷ σωτηρίαν εἶναι ὁμολογήσαντι μετ’ ἀδείας ἢ ἀρνηθέντι διὰ δίκης ἐλθεῖν.
And as they were angry for this reason, and many notable men were already in prison, and there appeared to be no end, but day by day they grew more savage and arrested still more, one of the prisoners, who seemed to be the most guilty, was persuaded by one of his fellow-prisoners, whether to disclose what was true or not—for it is conjectured both ways, and no one, either then or later, can state the truth about those who did the deed— persuaded him by arguing that he ought, even if he had not done it, to save himself by securing immunity, and to deliver the city from its present suspicion; for a safer deliverance was assured to him if he confessed under immunity than if he denied and went through a trial.
§6.60.4καὶ ὁ μὲν αὐτός τε καθ’ ἑαυτοῦ καὶ κατ’ ἄλλων μηνύει τὸ τῶν Ἑρμῶν·
And so he gave information, both against himself and against others, concerning the Herms.
ὁ δὲ δῆμος ὁ τῶν Ἀθηναίων ἄσμενος λαβών, ὡς ᾤετο, τὸ σαφὲς καὶ δεινὸν ποιούμενοι πρότερον εἰ τοὺς ἐπιβουλεύοντας σφῶν τῷ πλήθει μὴ εἴσονται, τὸν μὲν μηνυτὴν εὐθὺς καὶ τοὺς ἄλλους μετ᾽ αὐτοῦ ὅσων μὴ κατηγορήκει ἔλυσαν, τοὺς δὲ καταιτιαθέντας κρίσεις ποιήσαντες τοὺς μὲν ἀπέκτειναν, ὅσοι ξυνελήφθησαν, τῶν δὲ διαφυγόντων θάνατον καταγνόντες ἐπανεῖπον ἀργύριον τῷ ἀποκτείναντι.
The Athenian people, gladly receiving what they believed to be the truth, having previously thought it intolerable if they should not know those who were plotting against their democracy, immediately released the informer and the others with him whom he had not accused; but they put the accused on trial, executing those who had been arrested, and condemning to death those who had fled, offering a reward to anyone who should kill them.
§6.60.5κἀν τούτῳ οἱ μὲν παθόντες ἄδηλον ἦν εἰ ἀδίκως ἐτετιμώρηντο, ἡ μέντοι ἄλλη πόλις ἐν τῷ παρόντι περιφανῶς ὠφέλητο.
And in this, while it was unclear whether those who suffered had been punished unjustly, the rest of the city was, for the present, manifestly benefited.