§6.59.1τοιούτῳ μὲν τρόπῳ δι’ ἐρωτικὴν λύπην ἥ τε ἀρχὴ τῆς ἐπιβουλῆς καὶ ἡ ἀλόγιστος τόλμα ἐκ τοῦ παραχρῆμα περιδεοῦς Ἁρμοδίῳ καὶ Ἀριστογείτονι ἐγένετο.
就这样,由于爱情带来的痛苦,谋划的起因和那种因一时恐慌而产生的鲁莽胆量,都在哈尔摩狄乌斯和阿里斯托革同身上发生了。
§6.59.2τοῖς δ’ Ἀθηναίοις χαλεπωτέρα μετὰ τοῦτο ἡ τυραννὶς κατέστη, καὶ ὁ Ἱππίας διὰ φόβου ἤδη μᾶλλον ὢν τῶν τε πολιτῶν πολλοὺς ἔκτεινε καὶ πρὸς τὰ ἔξω ἅμα διεσκοπεῖτο, εἴ ποθεν ἀσφάλειάν τινα ὁρῴη μεταβολῆς γενομένης ὑπάρχουσάν οἱ.
此后,对雅典人而言,僭主统治变得更加严酷。 而希皮亚斯此时由于更加恐惧,杀害了许多市民,同时也开始关注国外的情况,以看在发生政变时是否能从某处为自己寻得某种现成的安全保障。
§6.59.3Ἱππόκλου γοῦν τοῦ Λαμψακηνοῦ τυράννου Αἰαντίδῃ τῷ παιδὶ θυγατέρα ἑαυτοῦ μετὰ ταῦτα Ἀρχεδίκην Ἀθηναῖος ὢν Λαμψακηνῷ ἔδωκεν, αἰσθανόμενος αὐτοὺς μέγα παρὰ βασιλεῖ Δαρείῳ δύνασθαι.
此后,他身为雅典人,却将自己的女儿阿耳克狄刻嫁给了兰普萨科斯僭主希波克鲁斯之子埃安提得斯,即嫁给了一个兰普萨科斯人,因为他察觉到他们在国王大流士那里拥有巨大的影响力。
καὶ αὐτῆς σῆμα ἐν Λαμψάκῳ ἐστὶν ἐπίγραμμα ἔχον τόδε· "
ἀνδρὸς ἀριστεύσαντος ἐν Ἑλλάδι τῶν ἐφ’ ἑαυτοῦ
Ἱππίου Ἀρχεδίκην ἥδε κέκευθε κόνις,
ἣ πατρός τε καὶ ἀνδρὸς ἀδελφῶν τ’ οὖσα τυράννων
παίδων τ’ οὐκ ἤρθη νοῦν ἐς ἀτασθαλίην.
在兰普萨科斯有她的墓碑,上面刻有如下铭文: “此处的尘土掩埋着阿耳克狄刻,她是希皮亚斯的女儿,希皮亚斯曾是他那个时代全希腊最杰出的人物;她虽有父亲、丈夫、兄弟和子嗣皆为僭主,却从未让自己的心灵因狂妄而高傲。
" §6.59.4τυραννεύσας δὲ ἔτη τρία Ἱππίας ἔτι Ἀθηναίων καὶ παυθεὶς ἐν τῷ τετάρτῳ ὑπὸ Λακεδαιμονίων καὶ Ἀλκμεωνιδῶν τῶν φευγόντων, ἐχώρει ὑπόσπονδος ἔς τε Σίγειον καὶ παρ᾽ Αἰαντίδην ἐς Λάμψακον, ἐκεῖθεν δὲ ὡς βασιλέα Δαρεῖον, ὅθεν καὶ ὁρμώμενος ἐς Μαραθῶνα ὕστερον ἔτει εἰκοστῷ ἤδη γέρων ὢν μετὰ Μήδων ἐστράτευσεν.
” 希皮亚斯在继续统治了雅典人三年之后,于第四年被拉刻代蒙人和流亡中的阿尔克美翁家族废黜。 他根据停战协定退往西盖翁以及兰普萨科斯的埃安提得斯处,又从那里前往国王大流士处。 二十年之后,他正是从那里出发,尽管当时已是垂暮之年,依然随同波斯人远征马拉松。