§6.3.1Ἑλλήνων δὲ πρῶτοι Χαλκιδῆς ἐξ Εὐβοίας πλεύσαντες μετὰ Θουκλέους οἰκιστοῦ Νάξον ᾤκισαν, καὶ Ἀπόλλωνος Ἀρχηγέτου βωμὸν ὅστις νῦν ἔξω τῆς πόλεώς ἐστιν ἱδρύσαντο, ἐφ’ ᾧ, ὅταν ἐκ Σικελίας θεωροὶ πλέωσι, πρῶτον θύουσιν.
在希腊人中,最先从优卑亚航行而来的是哈尔基斯人,他们在建城者图克莱斯的带领下建立了纳克索斯,并建造了先导者阿波罗的祭坛(该祭坛如今位于城外),每当使节们从西西里乘船出发时,便首先在此祭坛上献祭。
§6.3.2Συρακούσας δὲ τοῦ ἐχομένου ἔτους Ἀρχίας τῶν Ἡρακλειδῶν ἐκ Κορίνθου ᾤκισε, Σικελοὺς ἐξελάσας πρῶτον ἐκ τῆς νήσου ἐν ᾗ νῦν οὐκέτι περικλυζομένῃ ἡ πόλις ἡ ἐντός ἐστιν· ὕστερον δὲ χρόνῳ καὶ ἡ ἔξω προστειχισθεῖσα πολυάνθρωπος ἐγένετο.
\n 翌年,赫拉克勒斯后裔之一、来自哥林多的阿尔基亚斯建立了叙拉古。 他首先将锡库里人从那座岛屿上驱逐出去,如今那座岛已不再被海水环绕,而内城正位于其上;在后来的时期,外城也被加筑城墙相连,变得人口稠密。
§6.3.3Θουκλῆς δὲ καὶ οἱ Χαλκιδῆς ἐκ Νάξου ὁρμηθέντες ἔτει πέμπτῳ μετὰ Συρακούσας οἰκισθείσας Λεοντίνους τε πολέμῳ τοὺς Σικελοὺς ἐξελάσαντες οἰκίζουσι, καὶ μετ’ αὐτοὺς Κατάνην· οἰκιστὴν δὲ αὐτοὶ Καταναῖοι ἐποιήσαντο Εὔαρχον.
\n 图克莱斯和哈尔基斯人从纳克索斯出发,在叙拉古建立后的第五年,通过战争驱逐了锡库里人,建立了莱翁蒂尼,随后又建立了卡塔奈;但卡塔奈人自己选择埃乌阿尔科斯作为他们的建城者。