§6.5.1καὶ Ἱμέρα ἀπὸ Ζάγκλης ᾠκίσθη ὑπὸ Εὐκλείδου καὶ Σίμου καὶ Σάκωνος, καὶ Χαλκιδῆς μὲν οἱ πλεῖστοι ἦλθον ἐς τὴν ἀποικίαν, ξυνῴκισαν δὲ αὐτοῖς καὶ ἐκ Συρακουσῶν φυγάδες στάσει νικηθέντες, οἱ Μυλητίδαι καλούμενοι·
希梅拉则是由尤克里德斯、西穆斯和萨孔率领来自赞克勒的人建立的。 加入这次殖民的人绝大多数是哈尔基斯人,但在内讧中失败而从叙拉古流亡出来、被称为米利蒂代的人也与他们共同居住。
καὶ φωνὴ μὲν μεταξὺ τῆς τε Χαλκιδέων καὶ Δωρίδος ἐκράθη, νόμιμα δὲ τὰ Χαλκιδικὰ ἐκράτησεν.
因此,他们的语言混合在哈尔基斯方言和多利亚方言之间,但哈尔基斯的制度占了主导地位。
§6.5.2Ἄκραι δὲ καὶ Κασμέναι ὑπὸ Συρακοσίων ᾠκίσθησαν, Ἄκραι μὲν ἑβδομήκοντα ἔτεσι μετὰ Συρακούσας, Κασμέναι δ’ ἐγγὺς εἴκοσι μετὰ Ἄκρας.
阿克赖和卡斯梅奈是由叙拉古人建立的。 阿克赖建于叙拉古建城七十年后,卡斯梅奈建于阿克赖建城后约二十年。
§6.5.3καὶ Καμάρινα τὸ πρῶτον ὑπὸ Συρακοσίων ᾠκίσθη, ἔτεσιν ἐγγύτατα πέντε καὶ τριάκοντα καὶ ἑκατὸν μετὰ Συρακουσῶν κτίσιν· οἰκισταὶ δὲ ἐγένοντο αὐτῆς Δάσκων καὶ Μενέκωλος.
卡马里纳起初也是由叙拉古人建立的,大约在叙拉古建城一百三十五年后;达斯孔和梅内科卢斯成为了它的建城者。
ἀναστάτων δὲ Καμαριναίων γενομένων πολέμῳ ὑπὸ Συρακοσίων δι’ ἀπόστασιν, χρόνῳ Ἱπποκράτης ὕστερον Γέλας τύραννος, λύτρα ἀνδρῶν Συρακοσίων αἰχμαλώτων λαβὼν τὴν γῆν τὴν Καμαριναίων, αὐτὸς οἰκιστὴς γενόμενος κατῴκισε Καμάριναν.
由于卡马里纳人的叛乱,他们在与叙拉古人的战争中被驱逐,其后,盖拉的僭主希波克拉底以释放叙拉古人俘虏为条件,换取了卡马里纳人的土地,并亲自担任建城者重建了卡马里纳。
καὶ αὖθις ὑπὸ Γέλωνος ἀνάστατος γενομένη τὸ τρίτον κατῳκίσθη ὑπὸ Γελῴων.
后来它再次被盖隆摧毁,最后由盖拉人第三次重建。