Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §6.33.1-6.33.6

赫尔莫克拉特斯警示雅典入侵的演说

第 649 段,共 917 段 · 希腊语

内容简介

赫尔莫克拉特斯在叙拉古公民大会上发表演说,指出雅典人企图征服叙拉古和整个西西里而派遣了大军的真相。他促请公民做好准备,并宽慰他们说,远离本土的大规模远征通常会失败,这正是叙拉古赢取荣耀的绝佳契机。

§6.33.1‘ἄπιστα μὲν ἴσως, ὥσπερ καὶ ἄλλοι τινές, δόξω ὑμῖν περὶ τοῦ ἐπίπλου τῆς ἀληθείας λέγειν, καὶ γιγνώσκω ὅτι οἱ τὰ μὴ πιστὰ δοκοῦντα εἶναι ἢ λέγοντες ἢ ἀπαγγέλλοντες οὐ μόνον οὐ πείθουσιν, ἀλλὰ καὶ ἄφρονες δοκοῦσιν εἶναι·
“正如其他某些人一样,在关于这次来袭的真相上,我或许也会被你们认为是在说些令人难以置信的话。 而且我也深知,那些陈述或报告看似不可信之事的人,不仅无法说服他人,反倒还会被视为愚蠢。
ὅμως δὲ οὐ καταφοβηθεὶς ἐπισχήσω κινδυνευούσης τῆς πόλεως, πείθων γε ἐμαυτὸν σαφέστερόν τι ἑτέρου εἰδὼς λέγειν.
然而,在城邦面临危险之际,我绝不会因心生恐惧而闭口不言,因为我深信自己比别人更清楚地了解实情并正据此发言。
§6.33.2Ἀθηναῖοι γὰρ ἐφ’ ὑμᾶς, ὃ πάνυ θαυμάζετε, πολλῇ στρατιᾷ ὥρμηνται καὶ ναυτικῇ καὶ πεζῇ, πρόφασιν μὲν Ἐγεσταίων ξυμμαχίᾳ καὶ Λεοντίνων κατοικίσει, τὸ δὲ ἀληθὲς Σικελίας ἐπιθυμίᾳ, μάλιστα δὲ τῆς ἡμετέρας πόλεως, ἡγούμενοι, εἰ ταύτην σχοῖεν, ῥᾳδίως καὶ τἆλλα ἕξειν.
因为雅典人正向你们开来——尽管你们可能大为惊异——他们动用了陆海军的大军,表面上的借口是与埃吉斯塔人结盟并重建莱翁蒂尼,但真实意图则是对西西里的野心,尤其是对我们城邦的觊觎,因为他们认为,若能占领这里,便可轻易将其他地方也收入囊中。
§6.33.3ὡς οὖν ἐν τάχει παρεσομένων, ὁρᾶτε ἀπὸ τῶν ὑπαρχόντων ὅτῳ τρόπῳ κάλλιστα ἀμυνεῖσθε αὐτούς, καὶ μήτε καταφρονήσαντες ἄφαρκτοι ληφθήσεσθε μήτε ἀπιστήσαντες τοῦ ξύμπαντος ἀμελήσετε.
因此,本着他们即将兵临之设想,请根据现有的资源,思考以何种方式最能给予他们迎头痛击,既不要因轻敌而毫无戒备地被攻其不备,也不要因为不信而将整个事态置之不理。
§6.33.4εἰ δέ τῳ καὶ πιστά, τὴν τόλμαν αὐτῶν καὶ δύναμιν μὴ ἐκπλαγῇ.
即使有人相信这些话,也切莫因他们的胆量和力量而惊慌失措。
οὔτε γὰρ βλάπτειν ἡμᾶς πλείω οἷοί τ’ ἔσονται ἢ πάσχειν, οὔθ’ ὅτι μεγάλῳ στόλῳ ἐπέρχονται, ἀνωφελεῖς, ἀλλὰ πρός τε τοὺς ἄλλους Σικελιώτας πολὺ ἄμεινον (μᾶλλον γὰρ ἐθελήσουσιν ἐκπλαγέντες ἡμῖν ξυμμαχεῖν), καὶ ἢν ἄρα ἢ κατεργασώμεθα αὐτοὺς ἢ ἀπράκτους ὧν ἐφίενται ἀπώσωμεν (οὐ γὰρ δὴ μὴ τύχωσί γε ὧν προσδέχονται φοβοῦμαι), κάλλιστον δὴ ἔργον ἡμῖν ξυμβήσεται, καὶ οὐκ ἀνέλπιστον ἔμοιγε.
因为他们无法给我们造成超过他们自身所将遭受的更大伤害,而他们率领大舰队前来这一事实,对我们而言并非无益之举;相反,这对于争取其他西西里人极为有利,因为他们在大受震惊之余,会更加渴望与我们结盟。 如果我们真的要么击败他们,要么让他们无法达成所渴望的目的而将他们击退(因为我绝不担心他们会如愿以偿),我们必将成就一项最辉煌的伟业,而这在我看来绝非不可企及。
§6.33.5ὀλίγοι γὰρ δὴ στόλοι μεγάλοι ἢ Ἑλλήνων ἢ βαρβάρων πολὺ ἀπὸ τῆς ἑαυτῶν ἀπάραντες κατώρθωσαν.
因为事实上,无论是希腊人还是蛮族,在远离本土进行的大大规模远征中,极少有能取得成功的。
οὔτε γὰρ πλείους τῶν ἐνοικούντων καὶ ἀστυγειτόνων ἔρχονται (πάντα γὰρ ὑπὸ δέους ξυνίσταται), ἤν τε δι’ ἀπορίαν τῶν ἐπιτηδείων ἐν ἀλλοτρίᾳ γῇ σφαλῶσι, τοῖς ἐπιβουλευθεῖσιν ὄνομα, κἂν περὶ σφίσιν αὐτοῖς τὰ πλείω πταίσωσιν, ὅμως καταλείπουσιν.
因为他们来犯的人数并不会多于当地居民及其邻里之总和(因为大家都会因恐惧而团结起来);而且,即便他们因在异国他乡缺乏给养而遭遇失败,即使他们的挫折多半是源于自身的失误,他们依然会给那些作为阴谋攻击目标的人留下名声。
§6.33.6ὅπερ καὶ Ἀθηναῖοι αὐτοὶ οὗτοι, τοῦ Μήδου παρὰ λόγον πολλὰ σφαλέντος, ἐπὶ τῷ ὀνόματι ὡς ἐπ’ Ἀθήνας ᾔει ηὐξήθησαν, καὶ ἡμῖν οὐκ ἀνέλπιστον τὸ τοιοῦτο ξυμβῆναι.
这也正是这些雅典人自身得以强大的原因:当年波斯人在出乎意料地遭遇重重挫折时,雅典人正是凭着‘波斯人是针对雅典而来袭’的名声而壮大起来的。 而对我们来说,发生类似的事情也绝非没有希望。 ”

词汇与语法注释

  1. §6.33.1περὶ τοῦ ἐπίπλου τῆς ἀληθείας λέγειν — 关于属格 τῆς ἀληθείας 的语法归属有两种解释:(1) 作为 λέγειν 的宾语,意为“讲述真相”;(2) 附属于介词短语 περὶ τοῦ ἐπίπλου,意为“关于来袭的真相”。鉴于上下文强调的是雅典来袭的真实性,将其与来袭(ἐπίπλους)联系在一起理解更为自然。
  2. §6.33.3ὡς οὖν ἐν τάχει παρεσομένων — 带有连词 ὡς 的属格独立结构。未来分词 παρεσομένων 的逻辑主语(即雅典人)因在语境中显而易见而被省略。ὡς 表示发言者的主观判断或前提,意为“在他们即将来临的设想(前提)之下”。
  3. §6.33.4οὐ γὰρ δὴ μὴ τύχωσί γε ὧν προσδέχονται φοβοῦμαι — 这是一个结合了表示强烈否定的 οὐ μή + 设拟语气(τύχωσι)与表示恐惧的动词 φοβοῦμαι 的倒装结构。在结构上,它是 οὐ φοβοῦμαι μὴ τύχωσι...(我不担心他们会得到……)的倒装,将强烈的否定语提前以示强调,意为“因为我绝不担心他们会如愿以偿”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §6.33.1-6.33.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:6.33.1-6.33.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。