§6.16.1‘καὶ προσήκει μοι μᾶλλον ἑτέρων, ὦ Ἀθηναῖοι, ἄρχειν (ἀνάγκη γὰρ ἐντεῦθεν ἄρξασθαι, ἐπειδή μου Νικίας καθήψατο), καὶ ἄξιος ἅμα νομίζω εἶναι.
“雅典人啊,比起其他人,我更配拥有指挥权(因为既然尼西阿斯指责了我,我就必须从这里开始说起),同时我也认为自己配得上这个职位。
ὧν γὰρ πέρι ἐπιβόητός εἰμι, τοῖς μὲν προγόνοις μου καὶ ἐμοὶ δόξαν φέρει ταῦτα, τῇ δὲ πατρίδι καὶ ὠφελίαν.
因为我那些在世人中饱受非议的事迹,不仅给我的先组和我自己带来了荣耀,也给祖国带来了利益。
§6.16.2οἱ γὰρ Ἕλληνες καὶ ὑπὲρ δύναμιν μείζω ἡμῶν τὴν πόλιν ἐνόμισαν τῷ ἐμῷ διαπρεπεῖ τῆς Ὀλυμπίαζε θεωρίας, πρότερον ἐλπίζοντες αὐτὴν καταπεπολεμῆσθαι, διότι ἅρματα μὲν ἑπτὰ καθῆκα, ὅσα οὐδείς πω ἰδιώτης πρότερον, ἐνίκησα δὲ καὶ δεύτερος καὶ τέταρτος ἐγενόμην καὶ τἆλλα ἀξίως τῆς νίκης παρεσκευασάμην.
因为希腊人先前本指望我们的城邦在战争中被彻底打垮,但由于我在奥林匹亚展示的显赫使团,他们反而认为我国的国力甚至超出了其实际拥有的力量。 因为我派遣了七辆战车参赛,这是以前任何私人都不曾有过的,并且赢得了第一名,还获得了第二名和第四名,其他方面的准备工作也无愧于这一胜利。
νόμῳ μὲν γὰρ τιμὴ τὰ τοιαῦτα, ἐκ δὲ τοῦ δρωμένου καὶ δύναμις ἅμα ὑπονοεῖται.
因为按照习惯,这些事情确实是一种荣耀,而从这些实际行动中,人们同时也会推测出我们的力量。
§6.16.3καὶ ὅσα αὖ ἐν τῇ πόλει χορηγίαις ἢ ἄλλῳ τῳ λαμπρύνομαι, τοῖς μὲν ἀστοῖς φθονεῖται φύσει, πρὸς δὲ τοὺς ξένους καὶ αὕτη ἰσχὺς φαίνεται.
此外,我在城邦里通过赞助歌队或其他方式所展现的一切华丽排场,虽然在天性上受到市民的嫉妒,但在外邦人看来,这同样显现为一种力量。
καὶ οὐκ ἄχρηστος ἥδ’ ἡ ἄνοια, ὃς ἂν τοῖς ἰδίοις τέλεσι μὴ ἑαυτὸν μόνον ἀλλὰ καὶ τὴν πόλιν ὠφελῇ.
如果一个人用自己的私人开销,不仅使自己受益,而且使城邦受益,那么这种‘愚蠢’并非毫无用处。
§6.16.4οὐδέ γε ἄδικον ἐφ’ ἑαυτῷ μέγα φρονοῦντα μὴ ἴσον εἶναι, ἐπεὶ καὶ ὁ κακῶς πράσσων πρὸς οὐδένα τῆς ξυμφορᾶς ἰσομοιρεῖ·
而且,一个心存高远的人不与普通人平等相待,这也绝非不公,因为境遇悲惨的人也不会与任何人平分他的不幸。
ἀλλ’ ὥσπερ δυστυχοῦντες οὐ προσαγορευόμεθα, ἐν τῷ ὁμοίῳ τις ἀνεχέσθω καὶ ὑπὸ τῶν εὐπραγούντων ὑπερφρονούμενος, ἢ τὰ ἴσα νέμων τὰ ὁμοῖα ἀνταξιούτω.
相反,正如我们不幸时没人向我们打招呼一样,同样地,一个人也应当忍受被成功者轻视,否则他就应该对他人施以同等的对待,然后再要求得到同等的尊重。
§6.16.5οἶδα δὲ τοὺς τοιούτους, καὶ ὅσοι ἔν τινος λαμπρότητι προέσχον, ἐν μὲν τῷ καθ’ αὑτοὺς βίῳ λυπηροὺς ὄντας, τοῖς ὁμοίοις μὲν μάλιστα, ἔπειτα δὲ καὶ τοῖς ἄλλοις ξυνόντας, τῶν δὲ ἔπειτα ἀνθρώπων προσποίησίν τε ξυγγενείας τισὶ καὶ μὴ οὖσαν καταλιπόντας, καὶ ἧς ἂν ὦσι πατρίδος, ταύτῃ αὔχησιν ὡς οὐ περὶ ἀλλοτρίων οὐδ’ ἁμαρτόντων, ἀλλ’ ὡς περὶ σφετέρων τε καὶ καλὰ πραξάντων.
我知道,这样的人,以及所有在某种显赫成就上超越他人的人,在他们自己的一生中,尤其是在与他们同等的人以及其他交往的人相处时,都是令人难以忍受的;但他们却给后人留下了某些即便实际上不存在的亲属关系的自称,并且无论他们属于哪个祖国,他们都给它留下了自豪的资本,证明他们既不是外人也不是罪人,而是做出了高尚事迹的同胞。
§6.16.6ὧν ἐγὼ ὀρεγόμενος καὶ διὰ ταῦτα τὰ ἴδια ἐπιβοώμενος τὰ δημόσια σκοπεῖτε εἴ του χεῖρον μεταχειρίζω.
我追求这些东西,并且因为这些私事而饱受非议,但请你们看看,在公事上,我处理得是否比别人差。
Πελοποννήσου γὰρ τὰ δυνατώτατα ξυστήσας ἄνευ μεγάλου ὑμῖν κινδύνου καὶ δαπάνης Λακεδαιμονίους ἐς μίαν ἡμέραν κατέστησα ἐν Μαντινείᾳ περὶ τῶν ἁπάντων ἀγωνίσασθαι· ἐξ οὗ καὶ περιγενόμενοι τῇ μάχῃ οὐδέπω καὶ νῦν βεβαίως θαρσοῦσιν.
因为我联合了伯罗奔尼撒最强大的国家,在没有给你们带来巨大危险和开支的情况下,迫使拉刻代蒙人在万提内亚为了他们的全部前途进行一日之战;结果是,尽管他们在战斗中获胜,但直到现在他们仍然没有建立起稳固的信心。 ”