Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §6.18.1-6.18.7

援助盟友以维系帝国与主张远征

第 634 段,共 917 段 · 希腊语

内容简介

阿尔基比阿德斯论证了通过援助盟友来维持和扩大帝国的地缘政治必然性,敦促雅典人毅然进行西西里远征,以防国家因无为和停滞而走向自我消磨与衰落。

§6.18.1ὥστε τί ἂν λέγοντες εἰκὸς ἢ αὐτοὶ ἀποκνοῖμεν ἢ πρὸς τοὺς ἐκεῖ ξυμμάχους σκηπτόμενοι μὴ βοηθοῖμεν;
既然如此,我们还有什么合理的理由来推诿、或者对那里的盟友找借口而不去援助呢?
οἷς χρεών, ἐπειδή γε καὶ ξυνωμόσαμεν, ἐπαμύνειν, καὶ μὴ ἀντιτιθέναι ὅτι οὐδὲ ἐκεῖνοι ἡμῖν.
既然我们已经与他们立下誓约,我们就理应援助他们,而不应当以“他们也未曾帮助过我们”为由进行反驳。
οὐ γὰρ ἵνα δεῦρο ἀντιβοηθῶσι προσεθέμεθα αὐτούς, ἀλλ’ ἵνα τοῖς ἐκεῖ ἐχθροῖς ἡμῶν λυπηροὶ ὄντες δεῦρο κωλύωσιν αὐτοὺς ἐπιέναι.
因为我们把他们拉入同盟,本不是为了让他们到这里来援助我们,而是为了让他们在当地牵制我们的敌人,从而阻止敌人向这里进攻。
§6.18.2τήν τε ἀρχὴν οὕτως ἐκτησάμεθα καὶ ἡμεῖς καὶ ὅσοι δὴ ἄλλοι ἦρξαν, παραγιγνόμενοι προθύμως τοῖς αἰεὶ ἢ βαρβάροις ἢ Ἕλλησιν ἐπικαλουμένοις, ἐπεὶ εἴ γε ἡσυχάζοιεν πάντες ἢ φυλοκρινοῖεν οἷς χρεὼν βοηθεῖν, βραχὺ ἄν τι προσκτώμενοι αὐτῇ περὶ αὐτῆς ἂν ταύτης μᾶλλον κινδυνεύοιμεν.
我们以及其他所有曾建立统治的国家,都是通过积极援助那些随时向我们求救的人(无论是异族人还是希腊人)来取得帝国的。 因为如果大家都保持无为,或者在应该援助谁的问题上挑选门第、权衡利弊,那么我们在扩大帝国版图方面将收效甚微,反而更可能使我们现有的帝国本身陷入危险之中。
τὸν γὰρ προύχοντα οὐ μόνον ἐπιόντα τις ἀμύνεται, ἀλλὰ καὶ ὅπως μὴ ἔπεισι προκαταλαμβάνει.
因为对于一个居于优势的人,人们不仅在他进攻时予以防卫,而且还会抢先一步采取行动,使他无法进攻。
§6.18.3καὶ οὐκ ἔστιν ἡμῖν ταμιεύεσθαι ἐς ὅσον βουλόμεθα ἄρχειν, ἀλλ’ ἀνάγκη, ἐπειδήπερ ἐν τῷδε καθέσταμεν, τοῖς μὲν ἐπιβουλεύειν, τοὺς δὲ μὴ ἀνιέναι, διὰ τὸ ἀρχθῆναι ἂν ὑφ᾽ ἑτέρων αὐτοῖς κίνδυνον εἶναι, εἰ μὴ αὐτοὶ ἄλλων ἄρχοιμεν.
我们无法随意规划和限制自己想要统治的范围。 相反,既然我们已经处于这种境地,我们就必须对一些人进行图谋,同时不能放过另一些人,因为如果我们自己不去统治他人,我们自身就有被他人统治的危险。
καὶ οὐκ ἐκ τοῦ αὐτοῦ ἐπισκεπτέον ὑμῖν τοῖς ἄλλοις τὸ ἥσυχον, εἰ μὴ καὶ τὰ ἐπιτηδεύματα ἐς τὸ ὁμοῖον μεταλήψεσθε.
而且,你们不能用和其他人相同的标准来看待“清静无为”,除非你们也打算将自己的生活方式改变得和他们一样。
§6.18.4‘λογισάμενοι οὖν τάδε μᾶλλον αὐξήσειν, ἐπ’ ἐκεῖνα ἢν ἴωμεν, ποιώμεθα τὸν πλοῦν, ἵνα Πελοποννησίων τε στορέσωμεν τὸ φρόνημα, εἰ δόξομεν ὑπεριδόντες τὴν ἐν τῷ παρόντι ἡσυχίαν καὶ ἐπὶ Σικελίαν πλεῦσαι·
“因此,考虑到如果我们向那里进军,将能更好地壮大我们在本国的势力,就让我们开始这次远航吧! 这样我们就能挫败伯罗奔尼撒人的傲慢,因为他们将看到我们蔑视眼前的安宁,毅然出兵西西里。
καὶ ἅμα ἢ τῆς Ἑλλάδος τῶν ἐκεῖ προσγενομένων πάσης τῷ εἰκότι ἄρξομεν, ἢ κακώσομέν γε Συρακοσίους, ἐν ᾧ καὶ αὐτοὶ καὶ οἱ ξύμμαχοι ὠφελησόμεθα.
同时,通过把那里的希腊人纳入我们的势力,我们极有可能统治整个希腊,或者至少重创叙拉古人,我们自身和盟友都将从中受益。
§6.18.5τὸ δὲ ἀσφαλές, καὶ μένειν, ἤν τι προχωρῇ, καὶ ἀπελθεῖν, αἱ νῆες παρέξουσιν· ναυκράτορες γὰρ ἐσόμεθα καὶ ξυμπάντων Σικελιωτῶν.
至于安全问题,无论是局势有利时留下来,还是撤退,我们的船只都能提供保障;因为我们将成为包括所有西西里人在内的海上霸主。
§6.18.6καὶ μὴ ὑμᾶς ἡ Νικίου τῶν λόγων ἀπραγμοσύνη καὶ διάστασις τοῖς νέοις ἐς τοὺς πρεσβυτέρους ἀποτρέψῃ, τῷ δὲ εἰωθότι κόσμῳ, ὥσπερ καὶ οἱ πατέρες ἡμῶν ἅμα νέοι γεραιτέροις βουλεύοντες ἐς τάδε ἦραν αὐτά, καὶ νῦν τῷ αὐτῷ τρόπῳ πειρᾶσθε προαγαγεῖν τὴν πόλιν, καὶ νομίσατε νεότητα μὲν καὶ γῆρας ἄνευ ἀλλήλων μηδὲν δύνασθαι, ὁμοῦ δὲ τό τε φαῦλον καὶ τὸ μέσον καὶ τὸ πάνυ ἀκριβὲς ἂν ξυγκραθὲν μάλιστ’ ἂν ἰσχύειν, καὶ τὴν πόλιν, ἐὰν μὲν ἡσυχάζῃ, τρίψεσθαί τε αὐτὴν περὶ αὑτὴν ὥσπερ καὶ ἄλλο τι, καὶ πάντων τὴν ἐπιστήμην ἐγγηράσεσθαι, ἀγωνιζομένην δὲ αἰεὶ προσλήψεσθαί τε τὴν ἐμπειρίαν καὶ τὸ ἀμύνεσθαι οὐ λόγῳ ἀλλ’ ἔργῳ μᾶλλον ξύνηθες ἕξειν.
另外,不要让尼西阿斯言辞中所鼓吹的无为作风,以及他挑起的青年人与年长者之间的分裂,动摇了你们的决心。 相反,应当遵循我们一贯的传统秩序,就像我们的父辈那样,青年人与年长者共同商议,将我们的国家提升到如今的高度,现在你们也当以同样的方式努力推进国家的发展。 你们应当认识到,年轻与年老缺一不可,只有粗浅者、中庸者和极精密者相混合,才能产生最大的力量。 国家如果保持闲置,就会像其他任何事物一样自我磨损,所有的知识与技能都会在闲置中衰老;而如果国家始终处于奋斗之中,它就会不断积累经验,并使自己更加习惯于不仅在口头上、更是在实际行动中进行防卫。
§6.18.7παράπαν τε γιγνώσκω πόλιν μὴ ἀπράγμονα τάχιστ’ ἄν μοι δοκεῖν ἀπραγμοσύνης μεταβολῇ διαφθαρῆναι, καὶ τῶν ἀνθρώπων ἀσφαλέστατα τούτους οἰκεῖν οἳ ἂν τοῖς παροῦσιν ἤθεσι καὶ νόμοις, ἢν καὶ χείρω ᾖ, ἥκιστα διαφόρως πολιτεύωσιν. ’
总之,我认为一个原本积极有为的国家,一旦转向无为,便会最快走向毁灭;而在人类社会中,那些在治理国家时,能使政策与现行的风俗和法律(即使这些法度不够完美)保持最少冲突的人,生活得最为安全。 ”

词汇与语法注释

  1. 6.18.1τί ἂν λέγοντες εἰκὸς ... ἀποκνοῖμεν — 在 τί ἂν λέγοντες(说什么)中,分词 λέγοντες 带有条件意味,修饰带有 ἄν 的潜能希求语气(ἂν ... ἀποκνοῖμεν)。它构成了一个双重条件结构,意为“如果我们说什么,能提出什么合理的借口来为我们的动摇开脱呢?”
  2. 6.18.2περὶ αὐτής ἂν ταύτης μᾶλλον κινδυνεύοιμεν — 指示代词 αὐτής ταύτης 指代前文的 τῇ ἀρχῇ(帝国)。它强调了这样一种对比:我们不仅无法获得新的领土(προσκτώμενοι),反而会面临失去帝国本身存续的危险。
  3. 6.18.3διὰ τὸ ἀρχθῆναι ἂν ὑφ᾽ ἑτέρων αὐτοῖς κίνδυνον εἶναι — 在介词 διά 引导的冠词性不定式句(διὰ τὸ ... εἶναι)中,嵌套了一个带对格的不定式结构(κίνδυνον εἶναι)。此外,说明 κίνδυνον 内容的不定式 ἀρχθῆναι 带有助词 ἄν(潜能不定式),这在直说法语境中相当于 ἄρχοιμεν. ἄν,表示“我们可能会被他人统治”的盖然性。
  4. 6.18.6τρίψεσθαί τε αὐτὴν περὶ αὑτὴν — 动词 τρίψεσθαι 是具有不及物或反身意义的将来时不定式,其逻辑主语是 τὴν πόλιν。这是一个比喻性表达,意指如果国家保持无为,它就会“在内部自我磨损、因摩擦而自灭”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §6.18.1-6.18.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:6.18.1-6.18.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。