§6.15.1ὁ μὲν Νικίας τοιαῦτα εἶπε, τῶν δὲ Ἀθηναίων παριόντες οἱ μὲν πλεῖστοι στρατεύειν παρῄνουν καὶ τὰ ἐψηφισμένα μὴ λύειν, οἱ δέ τινες καὶ ἀντέλεγον.
尼西阿斯说了这番话。 而在走上前发言的雅典人中,大多数人主张进行远征,主张不要撤销已通过的决议,但也有一些人表示反对。
§6.15.2ἐνῆγε δὲ προθυμότατα τὴν στρατείαν Ἀλκιβιάδης ὁ Κλεινίου, βουλόμενος τῷ τε Νικίᾳ ἐναντιοῦσθαι, ὢν καὶ ἐς τἆλλα διάφορος τὰ πολιτικὰ καὶ ὅτι αὐτοῦ διαβόλως ἐμνήσθη, καὶ μάλιστα στρατηγῆσαί τε ἐπιθυμῶν καὶ ἐλπίζων Σικελίαν τε δι’ αὐτοῦ καὶ Καρχηδόνα λήψεσθαι καὶ τὰ ἴδια ἅμα εὐτυχήσας χρήμασί τε καὶ δόξῃ ὠφελήσειν.
克雷尼亚斯之子阿尔西比亚德斯最热切地推动这次远征,他一方面想反对尼西阿斯——因为他在其他政治事务上也与尼西阿斯不和,且尼西阿斯曾带有诽谤性地提及他——另一方面,他特别渴望担任将军,并希望通过此举夺取西西里和迦太基,同时通过个人的成功,在金钱和名誉上使自己受益。
§6.15.3ὢν γὰρ ἐν ἀξιώματι ὑπὸ τῶν ἀστῶν, ταῖς ἐπιθυμίαις μείζοσιν ἢ κατὰ τὴν ὑπάρχουσαν οὐσίαν ἐχρῆτο ἔς τε τὰς ἱπποτροφίας καὶ τὰς ἄλλας δαπάνας· ὅπερ καὶ καθεῖλεν ὕστερον τὴν τῶν Ἀθηναίων πόλιν οὐχ ἥκιστα.
因为他虽然受到公民们的器重,但在养马和其他开销上的欲望,超出了他现有的财产承受能力;这也正是后来导致雅典国家灭亡的非同小可的原因。
§6.15.4φοβηθέντες γὰρ αὐτοῦ οἱ πολλοὶ τὸ μέγεθος τῆς τε κατὰ τὸ ἑαυτοῦ σῶμα παρανομίας ἐς τὴν δίαιταν καὶ τῆς διανοίας ὧν καθ’ ἓν ἕκαστον ἐν ὅτῳ γίγνοιτο ἔπρασσεν, ὡς τυραννίδος ἐπιθυμοῦντι πολέμιοι καθέστασαν, καὶ δημοσίᾳ κράτιστα διαθέντι τὰ τοῦ πολέμου ἰδίᾳ ἕκαστοι τοῖς ἐπιτηδεύμασιν αὐτοῦ ἀχθεσθέντες, καὶ ἄλλοις ἐπιτρέψαντες, οὐ διὰ μακροῦ ἔσφηλαν τὴν πόλιν.
因为大众害怕他在个人生活方式上的极度无法无天,以及他在所从事的每一件事上表现出的野心之大,从而将他视为企图夺取僭主职位的人而与他为敌;尽管在公事上他把战争事务处理得极为出色,但私底下每个人都对他个人的行径感到厌恶,并把国家指挥权托付给其他人,因而在不久之后使国家陷入了败亡。
§6.15.5τότε δ’ οὖν παρελθὼν τοῖς Ἀθηναίοις παρῄνει τοιάδε.
于是,当时他走上前去,对雅典人提出了如下的劝告。