Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §6.11.1-6.11.7

尼西阿斯论统治西西里的困难与警惕斯巴达

第 627 段,共 917 段 · 希腊语

内容简介

尼西阿斯指出,统治遥远且人口众多的西西里是不切实际的,若叙拉古统一西西里,对雅典的威胁反而会减小。他阐述了人们对远方势力产生敬畏的心理,并警告雅典应当警惕其真正的敌人斯巴达的阴谋。

§6.11.1καίτοι τοὺς μὲν κατεργασάμενοι κἂν κατάσχοιμεν· τῶν δ’ εἰ καὶ κρατήσαιμεν, διὰ πολλοῦ γε καὶ πολλῶν ὄντων χαλεπῶς ἂν ἄρχειν δυναίμεθα.
况且,如果我们征服了前者(叛乱者),我们还可以控制他们;但对于后者(西西里人),即使我们战胜了他们,由于他们距离遥远且人数众多,我们也难以统治。
ἀνόητον δ’ ἐπὶ τοιούτους ἰέναι ὧν κρατήσας τε μὴ κατασχήσει τις καὶ μὴ κατορθώσας μὴ ἐν τῷ ὁμοίῳ καὶ πρὶν ἐπιχειρῆσαι ἔσται.
去进攻这样的人是愚蠢的:征服了也无法控制,而一旦失败,又无法恢复到尝试之前的状态。
§6.11.2Σικελιῶται δ’ ἄν μοι δοκοῦσιν, ὥς γε νῦν ἔχουσι, καὶ ἔτι ἂν ἧσσον δεινοὶ ἡμῖν γενέσθαι, εἰ ἄρξειαν αὐτῶν Συρακόσιοι· ὅπερ οἱ Ἐγεσταῖοι μάλιστα ἡμᾶς ἐκφοβοῦσιν.
依我看,西西里人以目前的状况,如果由叙拉古人统治他们,对我们的威胁反而会更小——这正是埃杰斯塔人最想用来吓唬我们的事情。
§6.11.3νῦν μὲν γὰρ κἂν ἔλθοιεν ἴσως Λακεδαιμονίων ἕκαστοι χάριτι, ἐκείνως δ’ οὐκ εἰκὸς ἀρχὴν ἐπὶ ἀρχὴν στρατεῦσαι· ᾧ γὰρ ἂν τρόπῳ τὴν ἡμετέραν μετὰ Πελοποννησίων ἀφέλωνται, εἰκὸς ὑπὸ τῶν αὐτῶν καὶ τὴν σφετέραν διὰ τοῦ αὐτοῦ καθαιρεθῆναι.
因为现在,他们或许还会出于对拉刻代蒙人的好意而各自派兵前来,但如果处于那种情况,一个帝国就不大可能去进攻另一个帝国;因为他们如果与伯罗奔尼撒人一起,用什么方式夺走我们的帝国,他们自己的帝国也很可能会被同样的人用同样的方法所推翻。
§6.11.4ἡμᾶς δ’ ἂν οἱ ἐκεῖ Ἕλληνες μάλιστα μὲν ἐκπεπληγμένοι εἶεν εἰ μὴ ἀφικοίμεθα, ἔπειτα δὲ καὶ εἰ δείξαντες τὴν δύναμιν δι’ ὀλίγου ἀπέλθοιμεν· τὰ γὰρ διὰ πλείστου πάντες ἴσμεν θαυμαζόμενα καὶ τὰ πεῖραν ἥκιστα τῆς δόξης δόντα.
那里的希腊人对我们最感到敬畏的情况,首先是我们根本不去,其次是我们展示了力量后在短时间内撤离;因为我们都知道,距离最远的事物和最没有暴露出名声虚实的事物,最受人崇拜。
εἰ δὲ σφαλείημέν τι, τάχιστ’ ἂν ὑπεριδόντες μετὰ τῶν ἐνθάδε ἐπιθοῖντο.
但如果我们遭受任何挫折,他们就会极其迅速地蔑视我们,并与这里的敌人一起进攻我们。
§6.11.5ὅπερ νῦν ὑμεῖς ὦ Ἀθηναῖοι ἐς Λακεδαιμονίους καὶ τοὺς ξυμμάχους πεπόνθατε· διὰ τὸ παρὰ γνώμην αὐτῶν πρὸς ἃ ἐφοβεῖσθε τὸ πρῶτον περιγεγενῆσθαι, καταφρονήσαντες ἤδη καὶ Σικελίας ἐφίεσθε.
雅典人啊,这正是你们现在对拉刻代蒙人及其盟友的态度;因为你们超乎预期地战胜了起初所恐惧的对手,你们现在便产生了轻蔑,甚至向往着西西里。
§6.11.6χρὴ δὲ μὴ πρὸς τὰς τύχας τῶν ἐναντίων ἐπαίρεσθαι, ἀλλὰ τὰς διανοίας κρατήσαντας θαρσεῖν, μηδὲ Λακεδαιμονίους ἄλλο τι ἡγήσασθαι ἢ διὰ τὸ αἰσχρὸν σκοπεῖν ὅτῳ τρόπῳ ἔτι καὶ νῦν, ἢν δύνωνται, σφήλαντες ἡμᾶς τὸ σφέτερον ἀπρεπὲς εὖ θήσονται, ὅσῳ καὶ περὶ πλείστου καὶ διὰ πλείστου δόξαν ἀρετῆς μελετῶσιν.
但我们不应当因对手的遭遇而得意忘形,而应该在压倒了他们的意志之后再树立信心;也不要认为拉刻代蒙人除了在考虑如何因不名誉而寻找机会——如果可能的话——通过击败我们来挽回他们自己的体面之外,还在做别的什么事,尤其是因为他们比任何人都更注重、也经历了最长久的时间来磨练美德的名望。
§6.11.7ὥστε οὐ περὶ τῶν ἐν Σικελίᾳ Ἐγεσταίων ἡμῖν, ἀνδρῶν βαρβάρων, ὁ ἀγών, εἰ σωφρονοῦμεν, ἀλλ’ ὅπως πόλιν δι’ ὀλιγαρχίας ἐπιβουλεύουσαν ὀξέως φυλαξόμεθα.
因此,如果我们明智的话,我们的斗争就不是为了西西里的那些身为蛮族的埃杰斯塔人,而是为了我们如何警惕一个企图通过寡头政体来算计我们的城邦(斯巴达)。

词汇与语法注释

  1. 6.11.1τῶν δ’ εἰ καὶ κρατήσαιμεν, διὰ πολλοῦ γε καὶ πολλῶν ὄντων χαλεπῶς ἂν ἄρχειν δυναίμεθα — 代词 τῶν δ’ 指代西西里人,与前句中的 τοὺς μὲν(近邻的叛乱者)相对比。介词短语 διὰ πολλοῦ(距离遥远)与属格独立结构 πολλῶν ὄντων(人数众多)并列,共同解释了统治困难(χαλεπῶς ἂν ἄρχειν)的原因。
  2. 6.11.2Σικελιῶται δ’ ἄν μοι δοκοῦσιν... καὶ ἔτι ἂν ἧσσον δεινοὶ ἡμῖν γενέσθαι — 动词 δοκοῦσιν 采用了与主语 Σικελιῶται 一致的个人句式,而非无人称句式。句首的 ἄν 是先头占位(proleptic)用法,预示了后面与不定式 ἂν ἧσσον ... γενέσθαι 连用的 ἄν(具有条件句主句的性质)。
  3. 6.11.3ὑπὸ τῶν αὐτῶν καὶ τὴν σφετέραν διὰ τοῦ αὐτοῦ καθαιρεθῆναι — 短语 ὑπὸ τῶν αὐτῶν 呼应关系从句中的 μετὰ Πελοποννησίων(与伯罗奔尼撒人一起),意为“正是被那些伯罗奔尼撒人”。而 διὰ τοῦ αὐτοῦ 则指代导致帝国崩溃的“同样的方式(或逻辑)”。
  4. 6.11.7ὅπως πόλιν δι’ ὀλιγαρχίας ἐπιβουλεύουσαν ὀξέως φυλαξόμεθα — 这是由 ὅπως 接直说发将来时(φυλαξόμεθα)构成的表示警惕或努力的句式,意为“我们如何警惕……”。名词 πόλιν 虽然形式上是不定指的,但在上下文中显然是指代寡头制代表斯巴达(拉刻代蒙)。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §6.11.1-6.11.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:6.11.1-6.11.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。