Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §6.10.1-6.10.5

尼基阿斯指出和约脆弱与后方树敌的危险

第 626 段,共 917 段 · 希腊语

内容简介

尼基阿斯警告雅典人不要盲目远征,指出他们不仅在后方留下了未降服的叛军,还依赖着极不稳定的和约,此时分散兵力极其危险。

§6.10.1‘φημὶ γὰρ ὑμᾶς πολεμίους πολλοὺς ἐνθάδε ὑπολιπόντας καὶ ἑτέρους ἐπιθυμεῖν ἐκεῖσε πλεύσαντας δεῦρο ἐπαγαγέσθαι.
“因为我说,你们在这里留下了许多敌人,却渴望航行到那里去,把更多的敌人带回这里。
§6.10.2καὶ οἴεσθε ἴσως τὰς γενομένας ὑμῖν σπονδὰς ἔχειν τι βέβαιον, αἳ ἡσυχαζόντων μὲν ὑμῶν ὀνόματι σπονδαὶ ἔσονται (οὕτω γὰρ ἐνθένδε τε ἄνδρες ἔπραξαν αὐτὰ καὶ ἐκ τῶν ἐναντίων), σφαλέντων δέ που ἀξιόχρεῳ δυνάμει ταχεῖαν τὴν ἐπιχείρησιν ἡμῖν οἱ ἐχθροὶ ποιήσονται, οἷς πρῶτον μὲν διὰ ξυμφορῶν ἡ ξύμβασις καὶ ἐκ τοῦ αἰσχίονος ἢ ἡμῖν κατ’ ἀνάγκην ἐγένετο, ἔπειτα ἐν αὐτῇ ταύτῃ πολλὰ τὰ ἀμφισβητούμενα ἔχομεν.
也许你们认为已经和你们订立的和约有什么可靠性,但只要你们保持安静,它就只是名义上的和约(因为我们双方的人都是这样处理它的);但是,如果我们用相当规模的兵力在某处遭受挫折,我们的敌人就会迅速对我们发起进攻,因为首先,对他们来说,这顶协定是在灾难之下、在比我们更不名誉的情况下被迫达成的,其次,在这一和约本身中,我们有许多争议之处。
§6.10.3εἰσὶ δ’ οἳ οὐδὲ ταύτην πω τὴν ὁμολογίαν ἐδέξαντο, καὶ οὐχ οἱ ἀσθενέστατοι· ἀλλ’ οἱ μὲν ἄντικρυς πολεμοῦσιν, οἱ δὲ καὶ διὰ τὸ Λακεδαιμονίους ἔτι ἡσυχάζειν δεχημέροις σπονδαῖς καὶ αὐτοὶ κατέχονται.
还有一些人甚至还没有接受这一协议,而且他们并不是最弱小的;相反,一些人正在公开交战,另一些人则因为拉刻代蒙人仍保持安静,自己也仅靠十日停战协定维持着。
§6.10.4τάχα δ’ ἂν ἴσως, εἰ δίχα ἡμῶν τὴν δύναμιν λάβοιεν, ὅπερ νῦν σπεύδομεν, καὶ πάνυ ἂν ξυνεπιθοῖντο μετὰ Σικελιωτῶν, οὓς πρὸ πολλῶν ἂν ἐτιμήσαντο ξυμμάχους γενέσθαι ἐν τῷ πρὶν χρόνῳ.
也许,如果他们发现我们的力量被一分为二(这正是我们现在急于做的事),他们就会非常乐意与西西里人一起联合进攻我们,而西西里人是他们在过去会视作比许多东西都更有价值的同盟者的。
§6.10.5ὥστε χρὴ σκοπεῖν τινὰ αὐτὰ καὶ μὴ μετεώρῳ τε 〈τῇ〉 πόλει ἀξιοῦν κινδυνεύειν καὶ ἀρχῆς ἄλλης ὀρέγεσθαι πρὶν ἣν ἔχομεν βεβαιωσώμεθα, εἰ Χαλκιδῆς γε οἱ ἐπὶ Θρᾴκης ἔτη τοσαῦτα ἀφεστῶτες ἀφ’ ἡμῶν ἔτι ἀχείρωτοί εἰσι καὶ ἄλλοι τινὲς κατὰ τὰς ἠπείρους ἐνδοιαστῶς ἀκροῶνται.
因此,人们应当考虑这些事情,不应该在城邦处于动荡(悬而不决)状态时去冒险,也不应该在我们巩固已有的统治之前去追求另一个帝国,尤其是当色雷斯地区的哈尔基迪亚人已经背叛我们这么多年却仍未被降服,而大陆上的其他一些同盟者也只是心怀疑虑地服从时。
ἡμεῖς δὲ Ἐγεσταίοις δὴ οὖσι ξυμμάχοις ὡς ἀδικουμένοις ὀξέως βοηθοῦμεν· ὑφ’ ὧν δ’ αὐτοὶ πάλαι ἀφεστώτων ἀδικούμεθα, ἔτι μέλλομεν ἀμύνεσθαι.
然而,我们却迅速去援助自称是同盟者的埃杰斯塔人,借口是他们受到了委屈;而对于那些因长期背叛而让我们自己受到委屈的人,我们却仍在拖延惩罚。 ”

词汇与语法注释

  1. §6.10.2σφαλέντων δέ που — 独立属格结构,意为“如果我们遭受挫折”。其逻辑主语被省略,需要结合上下文以及后文出现的与格代词 ἡμῖν 理解为第一人称复数(ἡμῶν)。
  2. §6.10.4ὅπερ νῦν σπεύδομεν — 中性单数关系代名词 ὅπερ 指代前文条件从句中所描述的动作,即“划分雅典的军事力量”。该宾格作及物动词 σπεύδομεν 的直接宾语,起到插入语的作用。
  3. §6.10.5εἰ Χαλκιδῆς γε — 连接词 εἰ(如果)在此处并不引导纯粹的假设条件,而是用于引入一个基于事实的让步或对比,表示“鉴于……”或“既然……”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §6.10.1-6.10.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:6.10.1-6.10.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。