§6.101.1τῇ δ’ ὑστεραίᾳ ἀπὸ τοῦ κύκλου ἐτείχιζον οἱ Ἀθηναῖοι τὸν κρημνὸν τὸν ὑπὲρ τοῦ ἕλους, ὃς τῶν Ἐπιπολῶν ταύτῃ πρὸς τὸν μέγαν λιμένα ὁρᾷ, καὶ ᾗπερ αὐτοῖς βραχύτατον ἐγίγνετο καταβᾶσι διὰ τοῦ ὁμαλοῦ καὶ τοῦ ἕλους ἐς τὸν λιμένα τὸ περιτείχισμα.
第二天,雅典人开始从圆城向湿地之上的悬崖筑墙,该悬崖在埃皮波莱的这一侧面向大港,而此处也是他们通过平原和湿地下到港口时,包围壁路线最短的地方。
§6.101.2καὶ οἱ Συρακόσιοι ἐν τούτῳ ἐξελθόντες καὶ αὐτοὶ ἀπεσταύρουν αὖθις ἀρξάμενοι ἀπὸ τῆς πόλεως διὰ μέσου τοῦ ἕλους, καὶ τάφρον ἅμα παρώρυσσον, ὅπως μὴ οἷόν τε ᾖ τοῖς Ἀθηναίοις μέχρι τῆς θαλάσσης ἀποτειχίσαι.
与此同时,叙拉古人也出城,再次开始修筑栅栏,从市区开始,穿过湿地的中部,并同时在其旁开挖了一条壕沟,以使雅典人无法将包围壁一直修到海边。
§6.101.3οἱ δ᾽, ἐπειδὴ τὸ πρὸς τὸν κρημνὸν αὐτοῖς ἐξείργαστο, ἐπιχειροῦσιν αὖθις τῷ τῶν Συρακοσίων σταυρώματι καὶ τάφρῳ, τὰς μὲν ναῦς κελεύσαντες περιπλεῦσαι ἐκ τῆς Θάψου ἐς τὸν μέγαν λιμένα τὸν τῶν Συρακοσίων, αὐτοὶ δὲ περὶ ὄρθρον καταβάντες ἀπὸ τῶν Ἐπιπολῶν ἐς τὸ ὁμαλὸν καὶ διὰ τοῦ ἕλους, ᾗ πηλῶδες ἦν καὶ στεριφώτατον, θύρας καὶ ξύλα πλατέα ἐπιθέντες καὶ ἐπ’ αὐτῶν διαβαδίσαντες, αἱροῦσιν ἅμα ἕῳ τό τε σταύρωμα πλὴν ὀλίγου καὶ τὴν τάφρον, καὶ ὕστερον καὶ τὸ ὑπολειφθὲν εἷλον.
但雅典人一旦完成了面向悬崖那一侧的墙体,便再次向叙拉古人的栅栏和壕沟发起进攻。 他们命令舰队从塔普索斯绕航进入叙拉古人的大港,而他们自己则在黎明时分从埃皮波莱下到平原,并穿过湿地——在泥泞但最坚固的地方,他们铺上门板和宽木板,在上面走过去,在破晓时夺取了壕沟和几乎全部的栅栏,随后又夺取了剩余的部分。
§6.101.4καὶ μάχη ἐγένετο, καὶ ἐν αὐτῇ ἐνίκων οἱ Ἀθηναῖοι.
随后发生了一场战斗,在这场战斗中雅典人获胜。
καὶ τῶν Συρακοσίων οἱ μὲν τὸ δεξιὸν κέρας ἔχοντες πρὸς τὴν πόλιν ἔφευγον, οἱ δ’ ἐπὶ τῷ εὐωνύμῳ παρὰ τὸν ποταμόν.
在叙拉古人中,处于右翼的人向城市方向逃跑,而处于左翼的人则沿着河边逃跑。
καὶ αὐτοὺς βουλόμενοι ἀποκλῄσασθαι τῆς διαβάσεως οἱ τῶν Ἀθηναίων τριακόσιοι λογάδες δρόμῳ ἠπείγοντο πρὸς τὴν γέφυραν.
雅典人的三百名精兵想要切断他们的渡河通路,跑步奔向桥梁。
§6.101.5δείσαντες δὲ οἱ Συρακόσιοι (ἦσαν γὰρ καὶ τῶν ἱππέων αὐτοῖς οἱ πολλοὶ ἐνταῦθα) ὁμόσε χωροῦσι τοῖς τριακοσίοις τούτοις, καὶ τρέπουσί τε αὐτοὺς καὶ ἐσβάλλουσιν ἐς τὸ δεξιὸν κέρας τῶν Ἀθηναίων· καὶ προσπεσόντων αὐτῶν ξυνεφοβήθη καὶ ἡ πρώτη φυλὴ τοῦ κέρως.
但叙拉古人(因为他们的许多骑兵也在那里)感到惊恐,便迎面冲向这三百人,击退了他们,并突入雅典军队的右翼;由于他们的冲撞,该翼最前列的部落也陷入了恐慌。
§6.101.6ἰδὼν δὲ ὁ Λάμαχος παρεβοήθει ἀπὸ τοῦ εὐωνύμου τοῦ ἑαυτῶν μετὰ τοξοτῶν τε οὐ πολλῶν καὶ τοὺς Ἀργείους παραλαβών, καὶ ἐπιδιαβὰς τάφρον τινὰ καὶ μονωθεὶς μετ’ ὀλίγων τῶν ξυνδιαβάντων ἀποθνῄσκει αὐτός τε καὶ πέντε ἢ ἓξ τῶν μετ’ αὐτοῦ.
拉马科斯看到这一幕,便率领少数弓箭手并带领阿耳戈斯人,从他们自己的左翼前往救援;在跨过某条壕沟后,他与少数一同跨过去的人孤立无援,他本人以及随行的五六人一同阵亡。
καὶ τούτους μὲν οἱ Συρακόσιοι εὐθὺς κατὰ τάχος φθάνουσιν ἁρπάσαντες πέραν τοῦ ποταμοῦ ἐς τὸ ἀσφαλές, αὐτοὶ δὲ ἐπιόντος ἤδη καὶ τοῦ ἄλλου στρατεύματος τῶν Ἀθηναίων ἀπεχώρουν.
叙拉古人立即迅速抢先夺走了这些遗体,运送至河对岸的安全地带,而他们自己则在雅典其余军队已经推进过来时撤退了。