Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §6.102.1-6.102.4

尼西阿斯坚守圆城与叙拉古军退却

第 718 段,共 917 段 · 希腊语

内容简介

叙拉古人企图进攻埃皮波莱上的雅典圆城,但因病留守的尼西阿斯通过纵火焚烧器械和木材成功阻止了他们,随着雅典援军和舰队的抵达,叙拉古全军撤回城内。

§6.102.1ἐν τούτῳ δὲ οἱ πρὸς τὴν πόλιν αὐτῶν τὸ πρῶτον καταφυγόντες ὡς ἑώρων ταῦτα γιγνόμενα, αὐτοί τε πάλιν ἀπὸ τῆς πόλεως ἀναθαρσήσαντες ἀντετάξαντο πρὸς τοὺς κατὰ σφᾶς Ἀθηναίους, καὶ μέρος τι αὑτῶν πέμπουσιν ἐπὶ τὸν κύκλον τὸν ἐπὶ ταῖς Ἐπιπολαῖς, ἡγούμενοι ἐρῆμον αἱρήσειν.
与此同时,起初逃入市内的那部分叙拉古人,看到这些情况发生,便再次在市内恢复了勇气,整队迎击他们面前的雅典人,并且派遣了他们之中的一部分人前往埃皮波莱上的圆城,以为那座圆城空无一人,可以轻易夺取。
§6.102.2καὶ τὸ μὲν δεκάπλεθρον προτείχισμα αὐτῶν αἱροῦσι καὶ διεπόρθησαν, αὐτὸν δὲ τὸν κύκλον Νικίας διεκώλυσεν· ἔτυχε γὰρ ἐν αὐτῷ δι’ ἀσθένειαν ὑπολελειμμένος.
他们夺取并破坏了雅典人那座长达十普勒特戎的前卫壁,但尼西阿斯阻止了他们夺取圆城本身;因为他当时因病正留守在其中。
τὰς γὰρ μηχανὰς καὶ ξύλα ὅσα πρὸ τοῦ τείχους ἦν καταβεβλημένα, ἐμπρῆσαι τοὺς ὑπηρέτας ἐκέλευσεν, ὡς ἔγνω ἀδυνάτους ἐσομένους ἐρημίᾳ ἀνδρῶν ἄλλῳ τρόπῳ περιγενέσθαι.
当他意识到由于缺乏人手,用其他办法将无法抵御时,他便命令侍从们放火焚烧放在墙前的攻城器械和所有木材。
§6.102.3καὶ ξυνέβη οὕτως·
事情果然如此。
οὐ γὰρ ἔτι προσῆλθον οἱ Συρακόσιοι διὰ τὸ πῦρ, ἀλλὰ ἀπεχώρουν πάλιν.
因为叙拉古人由于火势无法再前进,而是再次退却。
καὶ γὰρ πρός τε τὸν κύκλον βοήθεια ἤδη κάτωθεν τῶν Ἀθηναίων ἀποδιωξάντων τοὺς ἐκεῖ ἐπανῄει, καὶ αἱ νῆες ἅμα αὐτῶν ἐκ τῆς Θάψου, ὥσπερ εἴρητο, κατέπλεον ἐς τὸν μέγαν λιμένα.
因为此时,一方面雅典人在击退那里的敌人后,已经从下面返回并上山支援圆城,同时他们的舰队也正如前文所说,正从塔普索斯驶入大港。
§6.102.4ἃ ὁρῶντες οἱ ἄνωθεν κατὰ τάχος ἀπῇσαν καὶ ἡ ξύμπασα στρατιὰ τῶν Συρακοσίων ἐς τὴν πόλιν, νομίσαντες μὴ ἂν ἔτι ἀπὸ τῆς παρούσης σφίσι δυνάμεως ἱκανοὶ γενέσθαι κωλῦσαι τὸν ἐπὶ τὴν θάλασσαν τειχισμόν.
山上的那些人以及叙拉古人的全军看到这些情况,便迅速撤回城内,因为他们认为凭他们现有的力量,已无法再阻止雅典人将包围壁修筑到海边。

词汇与语法注释

  1. §6.102.1ἐρῆμον — 形容词 ἐρῆμος 的单数阳性宾格,用作不定式 αἱρήσειν 的省略宾语(即 τὸν κύκλον “圆城”)的宾语补足语。意为“认为圆城在空无一人的情况下可以被夺取”。
  2. §6.102.2ὡς ἔγνω ἀδυνάτους ἐσομένους — 由连接词 ὡς(此处表原因,“因为/当……时”)引导的从句。过去时动词 ἔγνω 后接宾格将来分词短语 ἀδυνάτους ἐσομένους 作为补足分词,构成间接陈述:“当他间接意识到(他们)将无法……时”。
  3. §6.102.4μὴ ἂν ἔτι ἀπὸ τῆς παρούσης σφίσι δυνάμεως ἱκανοὶ γενέσθαι — 依赖于分词 νομίσαντες 的不定式结构。ἂν 与不定式 γενέσθαι 结合,代表直接引语中的 ἂν + 祈愿语气(潜在可能)或 ἂν + 直说语气过去时在间接引语中的体现,表示推测或可能性:“认为他们将不再能够……”。否定词 μὴ 否定该不定式。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §6.102.1-6.102.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:6.102.1-6.102.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。