§5.9.1‘ἄνδρες Πελοποννήσιοι, ἀπὸ μὲν οἵας χώρας ἥκομεν, ὅτι αἰεὶ διὰ τὸ εὔψυχον ἐλευθέρας, καὶ ὅτι Δωριῆς μέλλετε Ἴωσι μάχεσθαι, ὧν εἰώθατε κρείσσους εἶναι, ἀρκείτω βραχέως δεδηλωμένον·
“伯罗奔尼撒的男子汉们,关于我们来自怎样一个因勇敢而始终保持自由的国家,以及你们作为多利亚人,即将与你们惯于战胜的伊奥尼亚人交战,这些事情只需简要说明就足够了。
§5.9.2τὴν δὲ ἐπιχείρησιν ᾧ τρόπῳ διανοοῦμαι ποιεῖσθαι, διδάξω, ἵνα μή τῳ τὸ κατ’ ὀλίγον καὶ μὴ ἅπαντας κινδυνεύειν ἐνδεὲς φαινόμενον ἀτολμίαν παράσχῃ.
但是,关于我打算以何种方式进行这次袭击,我将予以说明,以免因少数人涉险而非全军出击在任何人看来显得力量不足,从而引起胆怯。
§5.9.3τοὺς γὰρ ἐναντίους εἰκάζω καταφρονήσει τε ἡμῶν καὶ οὐκ ἂν ἐλπίσαντας ὡς ἂν ἐπεξέλθοι τις αὐτοῖς ἐς μάχην ἀναβῆναί τε πρὸς τὸ χωρίον καὶ νῦν ἀτάκτως κατὰ θέαν τετραμμένους ὀλιγωρεῖν.
因为我推测,敌人出于对我们的轻视,且根本不指望有人会出击向他们迎战,才登上了那处高地,现在正为了观望而队形散乱、麻痹大意。
§5.9.4ὅστις δὲ τὰς τοιαύτας ἁμαρτίας τῶν ἐναντίων κάλλιστα ἰδὼν καὶ ἅμα πρὸς τὴν ἑαυτοῦ δύναμιν τὴν ἐπιχείρησιν ποιεῖται μὴ ἀπὸ τοῦ προφανοῦς μᾶλλον καὶ ἀντιπαραταχθέντος ἢ ἐκ τοῦ πρὸς τὸ παρὸν ξυμφέροντος, πλεῖστ’ ἂν ὀρθοῖτο·
而谁若能最清晰地看破敌人的这类错误,并同时根据己方的实力进行袭击,不是采取公开对阵的方式,而是利用眼前的有利时机,谁就最能获得成功。
§5.9.5καὶ τὰ κλέμματα ταῦτα καλλίστην δόξαν ἔχει ἃ τὸν πολέμιον μάλιστ’ ἄν τις ἀπατήσας τοὺς φίλους μέγιστ’ ἂν ὠφελήσειεν.
这种奇袭享有最美好的名誉,它能通过最大程度地欺骗敌人,给盟友带来最大的利益。
§5.9.6ἕως οὖν ἔτι ἀπαράσκευοι θαρσοῦσι καὶ τοῦ ὑπαπιέναι πλέον ἢ τοῦ μένοντος, ἐξ ὧν ἐμοὶ φαίνονται, τὴν διάνοιαν ἔχουσιν, ἐν τῷ ἀνειμένῳ αὐτῶν τῆς γνώμης καὶ πρὶν ξυνταθῆναι μᾶλλον τὴν δόξαν, ἐγὼ μὲν ἔχων τοὺς μετ’ ἐμαυτοῦ καὶ φθάσας, ἢν δύνωμαι, προσπεσοῦμαι δρόμῳ κατὰ μέσον τὸ στράτευμα·
因此,趁着他们还未做好准备、心怀侥幸,且据我观察,他们心思更多是在撤退而非留守,在他们的意志松懈、意图还未重新振作之前,我将率领我手下的人,如果可以的话先发制人,奔跑着冲向他们军队的中路。
§5.9.7σὺ δέ, Κλεαρίδα, ὕστερον, ὅταν ἐμὲ ὁρᾷς ἤδη προσκείμενον καὶ κατὰ τὸ εἰκὸς φοβοῦντα αὐτούς, τοὺς μετὰ σεαυτοῦ τούς τ’ Ἀμφιπολίτας καὶ τοὺς ἄλλους ξυμμάχους ἄγων αἰφνιδίως τὰς πύλας ἀνοίξας ἐπεκθεῖν καὶ ἐπείγεσθαι ὡς τάχιστα ξυμμεῖξαι.
而你,克莱阿里达斯,稍后当你看到我已向他们发起攻击,并正如预料的那样使他们感到恐惧时,你便率领你手下的人,包括安菲波利斯市民和其他盟军,突然打开城门冲出去,并以最快的速度赶来交战。
§5.9.8ἐλπὶς γὰρ μάλιστα αὐτοὺς οὕτω φοβηθῆναι· τὸ γὰρ ἐπιὸν ὕστερον δεινότερον τοῖς πολεμίοις τοῦ παρόντος καὶ μαχομένου.
因为最有望通过这种方式使他们感到恐惧;因为对敌人来说,随后而来的袭击比眼前正在交战的威胁更为可怕。
§5.9.9καὶ αὐτός τε ἀνὴρ ἀγαθὸς γίγνου, ὥσπερ σε εἰκὸς ὄντα Σπαρτιάτην, καὶ ὑμεῖς, ὦ ἄνδρες ξύμμαχοι, ἀκολουθήσατε ἀνδρείως, καὶ νομίσατε 〈τρία〉 εἶναι τοῦ καλῶς πολεμεῖν τὸ ἐθέλειν καὶ τὸ αἰσχύνεσθαι καὶ 〈τὸ〉 τοῖς ἄρχουσι πείθεσθαι, καὶ τῇδε ὑμῖν τῇ ἡμέρᾳ ἢ ἀγαθοῖς γενομένοις ἐλευθερίαν τε ὑπάρχειν καὶ Λακεδαιμονίων ξυμμάχοις κεκλῆσθαι, ἢ Ἀθηναίων τε δούλοις, ἢν τὰ ἄριστα ἄνευ ἀνδραποδισμοῦ ἢ θανατώσεως πράξητε, καὶ δουλείαν χαλεπωτέραν ἢ πρὶν εἴχετε, τοῖς δὲ λοιποῖς Ἕλλησι κωλυταῖς γενέσθαι ἐλευθερώσεως.
你自己也要表现得像一个真正的勇士,正如你作为斯巴达人所应有的那样;而你们,盟军的男子汉们,要英勇地跟从,并牢记英勇作战的三个要素是:乐于奉献、知耻心以及服从指挥官。 在今天这一天,你们若表现英勇,要么将获得自由并被称为拉刻代蒙人的盟友,要么将沦为雅典人的奴隶——即使你们能得到最好的结果而免于被贩卖为奴或被处死——并且还要承受比以前更沉重的奴役,同时成为其他希腊人争取解放的阻碍。
§5.9.10ἀλλὰ μήτε ὑμεῖς μαλακισθῆτε, ὁρῶντες περὶ ὅσων ὁ ἀγών ἐστιν, ἐγώ τε δείξω οὐ παραινέσαι οἷός τε ὢν μᾶλλον τοῖς πέλας ἢ καὶ αὐτὸς ἔργῳ ἐπεξελθεῖν.
因此,你们不要气馁,要明白这场战斗所关乎的前途有多么重大;我也将表明,我不仅能够劝告他人,而且我自己也能亲身投入战斗之中。
’
”