§5.8.1ὁ δὲ Βρασίδας εὐθὺς ὡς εἶδε κινουμένους τοὺς Ἀθηναίους, καταβὰς καὶ αὐτὸς ἀπὸ τοῦ Κερδυλίου ἐσέρχεται ἐς τὴν Ἀμφίπολιν.
另一方面,布拉西达斯一看到雅典人开始行动,自己也立即从塞尔迪里翁山下来,进入了安菲波利斯。
§5.8.2καὶ ἐπέξοδον μὲν καὶ ἀντίταξιν οὐκ ἐποιήσατο πρὸς τοὺς Ἀθηναίους, δεδιὼς τὴν αὑτοῦ παρασκευὴν καὶ νομίζων ὑποδεεστέρους εἶναι, οὐ τῷ πλήθει (ἀντίπαλα γάρ πως ἦν), ἀλλὰ τῷ ἀξιώματι (τῶν γὰρ Ἀθηναίων ὅπερ ἐστράτευε καθαρὸν ἐξῆλθε καὶ Λημνίων καὶ Ἰμβρίων τὸ κράτιστον), τέχνῃ δὲ παρεσκευάζετο ἐπιθησόμενος.
他没有向雅典人发动出击或列阵对抗,因为他对自己的装备感到忧虑,并认为己方在实力上处于劣势——这并非是在人数上(因为人数大致相当),而是在质量上(因为雅典人派出的这支军队是精锐,并有雷姆诺斯人和伊姆布罗斯人中最优秀的战士);但他准备通过计谋来进行袭击。
§5.8.3εἰ γὰρ δείξειε τοῖς ἐναντίοις τό τε πλῆθος καὶ τὴν ὅπλισιν ἀναγκαίαν οὖσαν τῶν μεθ᾽ ἑαυτοῦ, οὐκ ἂν ἡγεῖτο μᾶλλον περιγενέσθαι ἢ ἄνευ προόψεώς τε αὐτῶν καὶ μὴ ἀπὸ τοῦ ὄντος καταφρονήσεως.
因为他认为,如果向敌人展示随行人员的人数以及其简陋的装备,那么,比起让敌人在未曾预先看见他们、且并非基于实际情况而产生轻蔑时,他便不大可能取得胜利。
§5.8.4ἀπολεξάμενος οὖν αὐτὸς πεντήκοντα καὶ ἑκατὸν ὁπλίτας καὶ τοὺς ἄλλους Κλεαρίδᾳ προστάξας ἐβουλεύετο ἐπιχειρεῖν αἰφνιδίως πρὶν ἀπελθεῖν τοὺς Ἀθηναίους, οὐκ ἂν νομίζων αὐτοὺς ὁμοίως ἀπολαβεῖν αὖθις μεμονωμένους, εἰ τύχοι ἐλθοῦσα αὐτοῖς ἡ βοήθεια.
于是,他亲自挑选了一百五十名重装步兵,并将其余的人托付给克莱阿里达斯,计划在雅典人撤退前发动突然袭击;因为他认为,一旦敌方的援军到达,他将无法再次像这样捕获处于孤立状态的敌人。
ξυγκαλέσας δὲ τοὺς πάντας στρατιώτας καὶ βουλόμενος παραθαρσῦναί τε καὶ τὴν ἐπίνοιαν φράσαι, ἔλεγε τοιάδε.
在召集了全体士兵之后,他为了鼓舞士气并说明自己的意图,发表了如下演说。